Festal Letters (Paschal Homilies) · §logos13-rem-close

Logos 13 rem close

Rem CLOSEOUT: Logos 13 CLOSEOUT.

Greek

οὐκ ἐπιγνωσόμεθα τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λό γον; οὐ προσκυνήσομεν τὸν Ἐμμανουήλ; Ἄπαγε 77.705 ταύτης τῆς ἀτοπίας! Οἱ μὲν γὰρ οὕτω φρονεῖν ἐξ ἀμαθίας τετολμηκότες, καὶ τὸν ἀγοράσαντα αὐτοὺς ∆εσπότην ἀρνούμενοι, ἀκούσονται τοῦ προφήτου λέ γοντος· "Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ φλογὶ, ᾗ ἐξεκαύσατε." Ἐποιμώξει δὲ αὐτοῖς καὶ ἡ Σοφία λέγουσα· "Ὢ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους." Ἡμεῖς δὲ παρέντες τροχιὰν τὴν διεστραμμένην, τὴν ἐπ' εὐθὺ βαδιούμεθα, ταῖς θεοπνεύστοις ἑπόμενοι Γρα φαῖς· καίτοι δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γενόμενον ἄν θρωπον, οὐχ ὡς ἐν ἀνθρώπῳ γεγονότα προσκυνήσω μεν, ἀλλ' ὡς αὐτοκαταφύσιν γενόμενον ἄνθρωπον. Ὡς γὰρ ὁ μακάριος Ἰωάννης φησὶ, καὶ ὡς αὐτὴ τῶν πραγμάτων μεμαρτύρηκεν ἡ φύσις, "Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Γέγονε δέ φαμεν σάρκα τὸν Λόγον, καὶ οὐκ εἰς τὴν τῆς σαρκὸς φύσιν μετακεχωρηκέναι. Τροπὴ γὰρ τοῦτό γε, καὶ θεοπρεποῦς ἀξίας ἀλλότριον. Ἀλλ' ὅτι γεγένηται μὲν ἐκ γυναικὸς, καὶ γέγονε καθ' ἡμᾶς τέλειος ἄν θρωπος, ὅλῃ τῇ φύσει συγκεκραμένος, καθ' ἕνωσιν δέ φημι τὴν ὑπὲρ νοῦν καὶ λόγον. Κεχρημάτικέ τε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, συνείρων δι' ἑαυ τοῦ τὰ τῆς ἀλλήλων ὁμογενείας φυσικοῖς εἰργόμενα λόγοις. Ἐξῆπτε μὲν γὰρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὡς Θεός. Ἐπελάβετο δὲ καὶ ἡμῶν, καθὸ γέ γονεν ἄνθρωπος· ἀλλ' οὐκ ἂν ἀπολισθήσειε τοῦ εἶναι Θεὸς, διὰ τὸ ἀνθρώπινον· ἀλλ' ἔστι καὶ οὕτω Θεὸς, οὐ παραχωρούσης τὸ νικᾷν τῇ σαρκὶ τῆς ὑπὲρ πάντα θεότητος, ἀνακομιζούσης δὲ μᾶλλον εἰς ἰδίαν δόξαν τὸ προσληφθέν. Τοιγάρτοι καὶ ὁ σοφὸς Ἰωάννης, καίτοι γεννηθέντα διὰ γυναικὸς ἐπιστάμενος, οὐ κάτωθεν αὐτὸν, οὐδὲ ἐκ γῆς, ἄνωθεν δὲ μᾶλλον ἀφῖ χθαί φησιν· "Ὁ γὰρ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάν των ἐστὶν," ἀνακεκράγει σαφῶς. ∆ιαῤῥίπτοντες τοί νυν ὡς ποῤῥωτάτω τὰ γραώδη τῶν ἀπίστων καὶ ψυχρὰ μυθάρια, τὸν ἑαυτῶν ∆εσπότην ἐπιγνωσώμε θα, καὶ εἰ γέγονεν ἄνθρωπος. Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, τὸ τῆς εὐσεβείας ἠγνοηκότες μυστήριον, ἀνθ' ὅτου διώκουσι καὶ λελυττήκασιν ἀκρατῶς, ἐρο μένου Χριστοῦ, ἀμαθαίνοντες ἔφασκον· "Περὶ κα λοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν." ∆ιακει σώμεθα δὲ οὐχ οὕτως ἡμεῖς. Οὐ γὰρ ἄνθρωπος ὢν εἰς τὴν τῆς θεότητος ἀναπεφοίτηκε δόξαν, ἀλλὰ Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος. Ποῦ γὰρ ἔτι κεκένωκεν ἑαυτὸν, κατὰ τὰς Γραφάς; Θεὸς οὖν ἄρα ὑπάρχων γέγονεν ἄνθρωπος· τεθεοποίηται γὰρ οὐδαμῶς ἄνθρωπος ὤν. ∆ιὰ τοῦτό ἐστι καὶ προσκυ νεῖσθαι πρέπων, καὶ εἰ νοοῖτο μετὰ σαρκός. Ὁ μὲν γὰρ μακάριος ἔψαλλε ∆αβίδ· "Ὁ Θεὸς ἐμφανῶς ἥξει· ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται." Ὁ δὲ θεσπέσιος Θωμᾶς ψηλαφήσας τοὺς τύπους τῶν ἥλων, καὶ λοιπὸν ἐπιγνοὺς ὡς Θεὸν, προσεκύνει λέγων· "Ὁ Κύριός μου καὶ ὁ Θεός μου." Καὶ τὸ Θεῖόν ἐστιν ἀναφὲς καὶ ἀόρατον· ἀλλ' ἐπεδήμησεν ἐμφα 77.708 νῶς, ὡς οὐχ ἕτερος ὢν ὁ Λόγος παρὰ τὴν ἑαυτοῦ σάρκα καὶ τὸν ἐκ Παρθένου ναὸν, ἀλλ' ὡς ἓν σὺν αὐτῇ νοούμενος· καθ' ἕνωσιν δὲ δηλονότι, καθ' ἣν καὶ λέγεται γεγονέναι σάρξ. Τοῦτον ἠτίμησαν οἱ τά λανες Ἰουδαῖοι, καίτοι λέγοντα σαφῶς· "Ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον·" καὶ, "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου·" καὶ, "Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή." Ἀλλ' οὐδὲν τῶν τοιούτων ὑπολογισάμενοι, θυμῷ δὲ καὶ φθόνῳ τὸ νικᾷν ἐπι[σ]τρέψαντες, τελευ τῶντες ἐσταύρωσαν. Πλὴν ἐπ' ἀνηνύτοις τολμήμασιν ἁλοῦσιν αὐτοῖς, ἐπηρᾶτο λέγων ὁ Ψαλμῳδός· "Κύ ριε, ἐν ὀργῇ σου συνταράξεις αὐτοὺς, καὶ καταφά γεται αὐτοὺς πῦρ· τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Ὅτι ἔκλιναν εἰς σὲ κακά· διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆναι." Οὐ γὰρ ἦν ἐφικτὸν τοῖς τοῦ θανάτου δεσμοῖς ἐνέχεσθαι τὴν ζωήν. Ἐγήγερται γὰρ ἐκ νεκρῶν, σκυλεύσας τὸν ᾅδην, καὶ εἰρηκὼς "τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε." Ὁδοποιήσας δὲ τῇ ἀνθρώπου φύσει τὸ παλινδρομεῖν εἰς ζωὴν, ἐμφανῆ τε ἑαυτὸν κατα στήσας τοῖς ἁγίοις μαθηταῖς, καὶ τῆς οἰκουμένης αὐτοὺς καταστήσας μυσταγωγοὺς, καὶ βαπτίζειν ἐπιτάξας εἰς ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἀνέβη πρὸς τὸν Πατέρα, πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ τοῖς ἄνω φαινομένοις πνεύμασιν, ἵνα βάσιμον καὶ ἡμῖν αὐτοῖς καταστήσῃ τὸν οὐρανόν. Καὶ γοῦν ἔφασκε τοῖς ἁγίοις μαθηταῖς· "Πορεύσομαι, καὶ ἑτοιμάσω ὑμῖν τόπον· καὶ πάλιν ἥξω, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν· ἵνα ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὑμεῖς μετ' ἐμοῦ ἦτε." Ἐπ' οὖν τούτοις ἅπασιν ἑορτάζοντες, ἀναγκαίως ἁγνιζώμεθα πόνοις, καὶ ταῖς ἀσιτίαις κατανεκροῦντες τὴν σάρκα, μᾶλλον δὲ τὴν ἐν τῇ σαρκὶ καὶ ἐκ σαρκὸς ἡδονήν· ἵνα καθαροὶ καθαρῶς τῷ ἁγίῳ Θεῷ συναπτόμενοι διὰ μεσίτου Χριστοῦ, καὶ τῆς τῶν ἁγίων λαμπρότητος ἀξίους ὄντας ἑαυ τοὺς ἀποφήνωμεν. Προστιθέντες δὲ τῇ νηστείᾳ καὶ τὰ ἐκ πράξεων ἀγαθῶν αὐχήματα, κατελεήσωμεν χήρας, ὀρφανοὺς ἐπισκεψώμεθα, διαθρύψωμεν πει νῶντι τὸν ἄρτον, ἀμφιέσωμεν τὸν γυμνὸν, τοὺς ἐν δεσμοῖς ἐπισκεψώμεθα, πτωχοὺς ἀστέγους εἰσαγά γωμεν εἰς τὸν οἶκον, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἐπι τηδεύσωμεν ἀρετῆς. Τότε γὰρ, τότε νηστεύσωμεν καθαρῶς· ἀρχόμενοι τῆς ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρισκαιδεκάτης τοῦ Φαμενὼθ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ, κατὰ τὸ εὐαγγελικὸν κήρυγμα· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες δὲ καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς, κατὰ τὴν τοῦ θείου νόμου διάταξιν. Οὕτω γὰρ ὀρθοῖς καὶ ἀγαθοῖς ἔργοις κοσμούμενοι, τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομή 77.709 σομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.