Festal Letters Logos 14 opening
Logos 14.
Paschal Logos 14: festal exhortation; theoria of the passion and resurrection.
Greek
ΛΟΓΟΣ Ι∆ʹ. αʹ. Ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὰ συνθήματα· γεγωνὼς δὲ καὶ δια πρύσιος, ὅτι προσῆκεν ἀνακραγεῖν ἐπ' αὐτῇ, θε σμοθετοῦσι, λέγοντες· "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν." Ἐξῃρη μένης δὲ ἤδη τῆς κατὰ νόμον σκιᾶς, καὶ μὴν καὶ εἰς ἐναργῆ καὶ ἐμφανεστέραν πραγμάτων δήλωσιν μετεῤῥυκότος τοῦ γράμματος, παρέντες ὡς ἕωλον καὶ ἀχρεῖον ἤδη πως τὸ τοῖς ἀρχαίοις ἐξευρημένον ἐν σκιᾷ τε καὶ τύποις, τὴν ἀσημοτέραν φημὶ τῶν σαλπίγγων ἠχὴν, τὴν ἀκριβῆ τε καὶ εὔρυθμον τοῦ κηρύγματος χρείαν τοῖς τῆς ἑορτῆς συνθήμασιν ὑπ ηρετεῖν ἀναπείθωμεν. Νεομηνία γὰρ ἤδη φαίνεται, τουτέστιν, ὁ καινουργός τε καὶ νέος τῆς τοῦ Σωτῆ ρος ἡμῶν ἀναστάσεως ἀνίσχει καιρός. "Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις," κατὰ τὸ γεγραμμένον, "καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ πάντα γέγονε καινά." Οὐκ οῦν (ἰέναι γὰρ δὴ κατ' εὐθὺς τοῦ πρέποντος οἰήσομαι δεῖν), "Ἁγιάσατε νηστείαν," κατὰ τὴν τοῦ προφήτου φωνήν. Τὸ δὲ ἁγιάζειν ἐστὶ τὸ καθιεροῦν, καὶ ὥσπερ τι τῶν ἐν λόγῳ προσκομίζειν ἀναθημάτων τῷ τῶν ὅλων κρατοῦντι Θεῷ. Οἱ μὲν οὖν ἐμπειροπόλεμοι, καὶ ἐκμελετᾷν ἑτέρους εἰδότες τὰ τακτικὰ, καιροῦ καλοῦντος εἰς μάχην, ἐκπεριθέουσι μὲν τῶν σφε τέρων τὰς φάλαγγας· προσεκπέμπειν δὲ τὸ δεῖμα τῆς διανοίας προστάττουσι, καὶ ὅτι προσήκει γεν ναίους προ[σ]αναφαίνεσθαι τῆς εἰς πόνους ἐμβολῆς, διὰ μυρίων ὅσον αὐτοὺς ἀναπείθουσι λόγων. Ἐγὼ δὲ δεῖν οἰήσομαι πάλιν τοῖς οὐκ ἀμελέτητον ἔχουσι τὴν ἀρετὴν, ἀλλ' ἐν τοῖς ὅτι μάλιστα τετιμημένοις τὸ ἱδροῦν ὑπὲρ αὐτῆς εὖ μάλα πεποιημένοις, πρόκλη σιν ὥσπερ τινὰ τῆς ἔν γε τούτῳ σπουδῆς, τὸν δια θήγειν εἰδότα καταθέσθαι λόγον. "Καιρὸς γὰρ ἤδη ποιῆσαι τῷ Κυρίῳ," κατὰ τὸ γεγραμμένον. Ποιῆ σαι δὲ τί; τὸ κατανδρίζεσθαι παθῶν· τὸ ἐκνεκροῦν ἡδονὰς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ὁσίως τεθαυμα σμένων καταρυθμίζειν τὸν νοῦν, τῇ τῶν ἁγίων παν τευχίᾳ χρωμένους· ἐφ' ᾗ καὶ ὁ πανάριστος ἡμῖν κατ εσεμνύνετο Παῦλος· "Ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ· μή πως τοῖς ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι." Χρῆμα μὲν γὰρ δυσαχθές τε καὶ δύσοιστον ὁμολογουμένως, ὁ ἐπὶ ταῖς ἀσκήσεσι πόνος· πλουτεῖ δὲ καρποῖς τοῖς εἰς ἀρετήν τε καὶ εὐκοσμίαν, καὶ τῇ τοῦ χείρονος ὀλίγῃ ζημίᾳ, τὸ ἀσυγκρίτως ἄμεινον ὠφελεῖν. Καὶ τοῦτο σαφὲς κα ταστήσει λέγων ὁ μακάριος Παῦλος· "Εἰ γὰρ ὁ ἕξω 77.712 ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαι νοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ." Ἐπειδὴ γὰρ τῷ φρονή ματι τοῦ πνεύματος τὸ μισαρὸν δὴ τοῦτο καὶ φιλ ήδονον ἀνταίρει σαρκίον, ἀῤῥωστοῦν ἐν ἑαυτῷ τῆς ἁμαρτίας τὸν νόμον, καὶ κατερεθίζον ἀεὶ πρὸς ἃ νενευκότας, τὴν ἐπὶ τοῖς ἀμείνοσι δόξαν ἀπεμπολᾷν ἀναγκαῖον· φέρε τῶν αἰσχιόνων προθέντες τὸ ὠφε λοῦν καὶ ψήφῳ θείᾳ τετιμημένον, νήψει τε καὶ ἐπιει κείᾳ, τὸ μὲν ἀτίθασσον τῆς σαρκὸς κατευνάζωμεν κίνημα, φίλην δὲ ὥσπερ ποιώμεθα τὴν ἐγκράτειαν· καὶ τὰς ὁμόρους αὐτῇ καὶ γείτονας ἀρετὰς, τὴν ἀν δρίαν φημὶ, τὴν δικαιοσύνην, τὴν φρόνησιν, ὥσπερ τινὰ στέφανον ἠρινοῖς καὶ εὐοσμοτάτοις ἄνθεσιν εἰς εἶδος τὸ ἐκπρεπὲς εὖ μάλα συνειλεγμένον, ταῖς ἑαυτῶν ἀνάψωμεν κεφαλαῖς· καὶ πάντα ῥύπον ἀπο νιψάμενοι, καθαροὶ καθαρῶς ὁμοῦ τῇ νηστείᾳ τὴν τοῖς ἁγίοις πρεπωδεστάτην θεραπείαν ἐπιτελέσωμεν. Τότε γὰρ, τότε, λαμπροῖς οἷάπερ ἐσθήμασι τοῖς ἐξ ἀρετῶν αὐχήμασι κατηγλαϊσμένοι, τῆς οὐρανίου συμμεθέξομεν ἑορτῆς· οὐ τὴν ἀπευκτὴν ἐκείνην ἀκούοντες φωνὴν, ἣν ἐπί τινι τῶν κεκλημένων εἴρη κεν ὁ Σωτήρ· "Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;" Καιρῷ γὰρ ἁρμόζεσθαι, σο φόν. Γέγραπται δὲ, ὅτι "Καιρὸς παντὶ πράγματι, καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν." Καὶ πρός γε τούτοις ἐκεῖνο πῶς οὐκ ἄξιον ἐννοεῖν; Ἆρα εἴ τις ἡμᾶς τῶν ἐν δόξῃ περιφανεστέρᾳ, καὶ ταῖς εἰς ἄγαν ὑπεροχαῖς ἐκτετιμημένων, ὡς αὐτὸν παρελθεῖν ἐκέ λευε ἑορτῆς αὐτῷ συμμεθέξοντας, ἣν ἂν ἕλοιτο τελεῖν ἐπί τισι τῶν γνωρίμων, οὐ λαμπροὶ καὶ εὐεί μονες ἀφίκοντο ἂν ἐπὶ τὴν ἑστίαν οἱ δαιτυμόνες; ∆ρῷεν γὰρ ἂν ὧδε τῆς τοῦ κεκληκότος φιλοτιμίας ἄξιον· Εἶτα πῶς τοῦτο ἀμφίλογον; Ὅτε τοίνυν τὸ μὴ ἐσκευᾶσαι λαμπρῶς τοῖς ἑορτάζουσιν οὐκ ἀζήμιον, πῶς οὐκ ἀπόχρη πρὸς ἔλεγχόν τε καὶ δίκην τοῖς τὴν θείαν ἀτιμάζουσι κλῆσιν, τὸ τῆς κατὰ νοῦν φαιδρό τητος ἀμοιρῆσαι δοκεῖν; Οἳ μονονουχὶ ῥυπῶντες ἔτι καὶ ὀδωδότες, καὶ ταῖς τῶν ἁγίων σπουδαῖς ἀσυμφυᾶ τε καὶ ἀσύμβατον ἐπιτηδεύοντες βίον, πῶς εἶεν αὐ τοῖς ἐναρίθμιοι; καίτοι λέγοντος ἀναφανδὸν τοῦ Χρι στοῦ περὶ τῆς κατὰ καιροὺς ἐσομένης οἰκονομίας· "Τότε οἱ δίκαι
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.