Logos 12 rem mid
Rem mid: Logos 12; lemma continues; spiritual reading with the letter.
Greek
ὁ Σατανᾶς· οὐχὶ δήπου πάντως καὶ θεοὺς εἶναι κατὰ ἀλήθειαν ὑποτοπητέον αὐτούς. Μία μὲν γὰρ ἡ κατὰ ἀλήθειαν τῶν ὅλων δεσπόζουσα [φύσις]. Πάντα δὲ τὰ παρ' αὐτῆς κεκλημένα εἰς γένεσιν κτίσματα λογικὰ, τὴν οἰκετικὴν ἐπέχοντα τάξιν, τοῖς φύσει πρεπωδεστάτοις ἐπισεμνύνεται μέτροις· καὶ τοῦτο αὐτοῖς ἀξίωμα καὶ ὑπεροχὴ, τὸ διασώζειν δύνασθαι τὴν τεταγμένην αὐτοῖς καὶ εἰσποίητον ἀρχήν. Προσκυνεῖ δὲ σύμπαντα τὸν ∆ημιουργὸν, καὶ ἀκατα λήκτοις εὐφημίαις τὸν τῶν ὅλων ∆εσπότην καταγε ραίροντα, διὰ πάσης ἄν τις ἴδοι τῆς θεοπνεύστου Γραφῆς. Καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἡσαΐας, "Εἶδον, φησὶ, τὸν Κύριον Σαββαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ Σαραφὶμ εἱστή κεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέ ρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ, κατεκάλυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶ, τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο· καὶ ἀμοιβαδὸν ἀντηχοῦντα, φησὶν, ἀλλή λοις, ἅγιον ἐπεκάλουν τὸν τῶν δυνάμεων Κύριον." Τοῦτο γὰρ σημαίνει τὸ Σαββαὼθ. Ἄθρει δὴ οὖν, ὅπως αἱ ἀνωτάτω δυνάμεις ἅγιαί τε καὶ λογικαὶ, τουτέστι τὰ Σεραφὶμ, μέτρον ἔχοντα τὸ δουλοπρεπὲς, τὸν θεῖον περι[ι]στᾶσι θρόνον, καθάπερ ἐν ὀφλήματος τάξει τὰς εὐφημίας ἀποτιννύοντα. Ἆρ' οὖν ἐρήσομαι, ὦ γενναῖε, τίνι μὲν ἂν πρέποι τὸ ἐπὶ θρόνου καθίζειν ὑψηλοῦ καὶ ἐπηρμένου; τίνι δ' ἂν τὸ παρεστάναι καὶ λειτουργεῖν; Ἀλλ' οἶμαί που πάντως ἐκεῖνο ἐρεῖν, ἐξ αὐτοῦ τοῦ πράγματος ἀναπεπεισμένον· ὅτι τεκμη ριοῖ μὲν ἡ κάθησις τὸ ἀξίωμα τὸ δεσποτικόν· μέτρον γε μὴν τὸ δουλοπρεπὲς, ἡ παράστασις. Σύνδρομον δὲ τοῖς Ἡσαΐου λόγοις, καὶ αὐτὸν εὑρήσομεν τὸν μα κάριον ∆αβίδ· "Κύριος γὰρ, φησὶν, ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόσει." Εἶτα τοῖς ἐπὶ τὰ σκῆπτρα δια κελεύεται λέγων· "Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐ λογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λει 77.677 τουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖ τε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ." Ἰδοὺ δὴ κἀν τούτῳ, τὸν μὲν θεῖον ἐν οὐρανῷ φησιν ηὐτρεπίσθαι θρόνον· χρῆναι δὲ ἅπαντας ἀκαταλήκτως δοξολογεῖν, ἀγγέλους ἡμῖν ὀνομάζων καὶ λειτουργοὺς, καὶ δυ νάμεις· ἐπὶ τούτοις ἅπασιν ἐπενεγκὼν τὸ, "Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ." Ἀμαθὲς ἄρα, μᾶλλον δὲ καὶ τῆς ἐσχάτης ἀσεβείας ἀνάμεστον τὸ ποιήμασι μὲν τοῖς ἰδίοις ἐναριθμεῖσθαι τὸν ποιητὴν, τὸν δὲ τῶν ὅλων ∆εσπότην τοῖς οἰκετικοῖς περιβάλλειν μέτροις. Τὸ γὰρ ἀναφέρειν τὸ ποιηθὲν εἰς τὴν τοῦ ποιήσαντος δόξαν, οὐδὲν ἕτερόν ἐστιν, ἢ εἰς τὴν τῶν ποιημάτων τάξιν κατακομίζειν τὸν ποιητήν. Ὅτι γὰρ ἀθέλητον αὐτῷ καὶ ἀπηχθημένον παντελῶς τὸ τοῖς παρ' αὐτοῦ γεγονόσι συγκατατάττεσθαι, καὶ ὅτι πάν δεινος ἐπήρτηται δίκη τοῖς τὴν θείαν ἀνατιθεῖσι δόξαν τοῖς ἀκαθάρτοις δαίμοσι, συνήσεις εὖ μάλα τοῖς Μωσαϊκοῖς περιτυχὼν συγγράμμασιν· ἔχει γὰρ οὕ τως· "Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι." Καὶ πάλιν· "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις." Προσ επιτάττει δὲ λέγων· "Ἐὰν δὲ ἐξολοθρεύσῃ Κύ ριος ὁ Θεός σου τὰ ἔθνη, εἰς οὓς σὺ εἰσπορεύεις ἐκεῖ, κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσ ώπου σου· καὶ κατακληρονομήσεις αὐτοὺς, καὶ κατοικήσεις ἐν τῇ γῇ αὐτῶν, πρόσεχε σεαυτῷ, μὴ ἐκζητήσῃς ἀκολουθῆσαι αὐτοῖς, μετὰ τὸ ἐξολοθρευ θῆναι αὐτοὺς ἀπὸ προσώπου σου, μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν λέγων· Πῶς ποιοῦσι τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὑτῶν, ποιήσω κἀγώ. Οὐ ποιήσεις οὕτω Κυρίῳ τῷ Θεῷ σου. Τὰ γὰρ βδελύγματα, ἃ Κύριος ἐμίσησεν, ἐποίησαν τοῖς θεοῖς αὐτῶν· ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν." Καὶ πάλιν· "Ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης, ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σοι ση μεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλά λησε πρὸς σὲ λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ οἴδατε· οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου, ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, τοῦ εἰδέναι εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. Ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύεσθε· καὶ ὁ προφήτης ἐκεῖνος, ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος, ἐκεῖνος ἀποθανεῖται. Ἐλάλησε γὰρ πλανῆσαι ἀπὸ Κυρίου τοῦ Θεοῦ σου." Οὐκοῦν θάνατος μὲν ἡ δίκη τοῖς ἐφ' ἃ μὴ προσῆκεν, ἀνοσιώτατα, παρατρέπουσι τῶν ἀκε ραίων τὸν νοῦν. Ὁ δὲ τοῖς εἰς τοῦτο πεσοῦσιν ἀνοίας ἐπιτιμῶν, δῆλος ἂν εἴη δήπουθεν, συμπροσκυνεῖσθαι μὲν ἑτέροις οὐκ ἀνεχόμενος, ἑαυτῷ δὲ καὶ μόνῳ τὴν τῶν ὅλων βασιλείαν ἐπιμαρτυρῶν. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς ἁγίων· "Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος δίκαιος καὶ σωτὴρ, οὐκ ἔστι πάρεξ ἐμοῦ." Ἕνα τοιγαροῦν τὸν ἐπὶ πάντων τε καὶ διὰ 77.680 πάντων ὁμολογοῦντες εἶναι Θεὸν, ἕτερον ἐπ' αὐτῷ μηδένα καταλογισώμεθα· μηδὲ μὴν τὸν τῆς βασιλείας στέφανον ἢ τοῖς ὁρωμένοις κτίσμασιν, ἤγουν ἑτέροις τισὶν ἀπονέμοντες, ἁλισκώμεθα· τὴν μὲν γὰρ τοῦ Θεοῦ δόξαν οὐ παραλύσομεν, καὶ εἰς τοῦτο δρᾷν ἐπι χειρήσαιμεν ἑαυτοὺς δὲ μᾶλλον τοῖς τῆς ἀπωλείας ἐνίεμεν βόθροις. Ἀλλ' ἔστι τις ἴσως λαθραῖος μὲν ἔτι καὶ σκοτεινὸς τοῦ διαβόλου καὶ τῶν δαιμονίων προσκυνητὴς, ἐξωραΐζεται δὲ τοῖς εἰς εὐλάβειαν σχήμασι, καὶ ὅσον ἧκεν εἰς λόγους, τὸ γνήσιον ὑπο πλάττεται. Ἀκουέτω τοιγαροῦν τῆς θεοπνεύστου βοώ σης Γραφῆς· "Ὅτι ὁ Θεὸς οὐ μυκτηρίζεται·" καὶ μὴν καὶ τοῦ θείου ∆αβὶδ ἀναμέλποντος, καὶ λέγοντος· "Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. Ὁ φυτεύσας τὸ οὗς, οὐκ εἰσακούει; Ὁ πλάσας τοὺς ὀφθαλμοὺς, οὐχὶ κατανοεῖ; Ὁ παιδεύωνἔθνη, οὐχὶ ἐλέγξει;" γʹ. Ὡς οὖν ἅπαντα τὰ καθ' ἡμᾶς εἰδότος τε ἅμα καὶ ἐφορῶντος Θεοῦ, ἀσφαλῆ καὶ ἱδρυμένην ἔχωμεν τὴν πίστιν· καὶ τὸ ἐκ τῆς διψυχίας αἶσχος ἀποτριψώ μεθα, μνημονεύοντες τοῦ μακαρίου Παύλου γράφον τος· "Ὥστε, ἀδελφοί μου, ἑδραῖοι γίνεσθε καὶ ἀμε τακίνητοι· περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ πάν τοτε." Φέρε τοίνυν τὸ ἐν πίστει γνήσιον, ὡς θυσίαν πνευματικὴν προσκομίζοντες τῷ Θεῷ, λέγωμεν ἐξ ἀνυπόπτου καρδίας· "Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν εἶ." Καὶ πάλιν· "Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν." Πιστεῦσαι γὰρ δεῖ, τοὺς οἵπερ ἂν ἕλοιντο φρονεῖν ὀρθῶς, εἷς ὅτι καὶ μόνος ὁ ἐπὶ πάντων τε καὶ διὰ πάντων ἐστὶ Θεός· οὔτε αὐτὸς ὑφ' ἑαυτοῦ πρὸς τὸ εἶναι παρακεκο μισμένος, οὔτε μὴν παρ' ἑτέρου τοῦτο λαχών· ἀλλ' ὢν μὲν ἀεὶ καὶ ὑπάρχων, ἀϊδίως πρὸ παντὸς αἰῶνος καὶ χρόνων· ἄφθαρτος δὲ καὶ ἀνώλεθρος, φῶς ἀπρόσ ιτον οἰκῶν, πηγὴ σοφίας καὶ ζωῆς, καὶ αὐτὸ κατὰ φύσιν ἐννοούμενος καὶ ὑπάρχων, ὅπερ ἐστὶ τὸ ἀγαθὸν, ῥίζα πάσης ἰσχύος· καὶ ὅτι μὲν ἔστι γινωσκόμενος, τί δὲ κατὰ φύσιν ἐστὶν ἀγνοούμενος. ∆ιακεῖσθαι γὰρ οὕτως ἡμᾶς, καὶ τοῦ Σωτῆρος ἡμῶν ἔφασκε δεῖν μα θητὴς, ὡδί πη λέγων· "Πιστεῦσαι γὰρ δεῖ τὸν προσ ερχόμενον Θεῷ ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται." Ζητεῖν δὲ οὐκέτι. μὴ γὰρ δὴ κατὰ σαυτὸν ἐνδοιάσῃς, ἄνθρωπε, μηδὲ τοῖς ἐξ ἀμα θίας συνωθούμενος λογισμοῖς, εἰς περιεργίαν ἐπι σφαλῆ τολμήσῃς εἰπεῖν· Μεμυσταγώγημαι καὶ πεπί στευκα, καὶ Θεὸν τὸν ἕνα δεδίδαγμαι προσκυνεῖν. Ἀλλὰ τί μὴ μανθάνω τοῦ προσκυνουμένου τὴν φύσιν; Ἄπαγε τοῖς ὑπὲρ νοῦν καὶ λόγον τὴν ἄκαιρον ἐπι φέρων ζήτησιν. Τί γὰρ ὅλως ἡ ἀνθρώπου διάνοια, πρὸς τὴν ἄῤῥητον ἐκείνην καὶ ἀνέκφραστον φύσιν; ἢ τίς ἂν γένοιτο τοσοῦτος εἰς φρόνησιν, ὡς ἐκεῖνο δύ νασθαι τὸ κάλλος ἐπιμετρεῖν; Ἄκουε τί φησιν ὁ θεσπέσιος προφήτης Ἡσαΐας αἰνιγματωδῶς αὐτό σοι τουτὶ παραδηλῶν· "Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, 77.681 καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ;" Μηδὲν τοιγαροῦν πολυπρα γμονήσας τῶν ὑπὲρ φύσιν, πρόσιθι διὰ πίστεως, ὅτι μὲν ἔστι καὶ ὑπάρχει, καὶ τῶν ὅλων κρατεῖ, συναι νῶν τε καὶ συντιθέμενος· ἐπέκεινα δὲ ὥσπερ τῶν τῆς ἀνθρωπότητος μέτρων ἰέναι τὸν νοῦν σωφρόνως οὐκ ἐφιείς. Οὕτω παρεδέξατο τὴν πίστιν καὶ ὁ θε σπέσιος Μωσῆς· Θεοῦ γὰρ λέγοντος· "Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς·" δι επυνθάνετο, λέγων· "Ἰδοὺ ἐγὼ πορεύομαι πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐρῶ πρὸς αὐτοὺς, ὅτι Προσκέκλη ται Κύριος ὑμᾶς. Ἀλλ' ἐρωτήσουσί με, φησί· Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτο
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.