Logos 12 rem early
Rem early: Logos 12; festal historia and call to virtue.
Greek
γωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ." Ἄριστα δὲ τοῦτο συνεὶς καὶ ὁ θεσπέσιος ἡμῖν ἐπεφώνει Παῦλος· "Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα." Καὶ τίς ὁ θε μέλιος, ἢ ποία τις ἄρα τῶν καθ' ἡμᾶς ἡ κρηπὶς, μαθήσῃ παρ' αὐτοῦ βοῶντος ἀναφανδόν· "Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸ κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός." Οὐκοῦν ὑποβάθραν καὶ θεμέλιον ἔχοντες τῆς ἀληθοῦς θεογνωσίας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, κρατῶμεν τῆς ὁμολογίας, ὥς που καὶ Γράμμα φησὶν ἱερὸν, καὶ τὴν ἑαυτῶν καρ δίαν κατασκεπτώμεθα, μὴ ἅρα τι τῆς θεομισοῦς ἀπι στίας, οἷά τις ὄφις ἐν χειᾷ, διαλανθάνει λείψανον· μή τις "ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ," κατὰ τὸ γε γραμμένον. Πονηρὸν γὰρ τὸ χρῆμα, καὶ διαφόρητον νόσημα φαίη τις ἂν εἶναι νοῦ τὴν δυσγενῆ διψυχίαν, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, ἐπεί τι τὰ πάντων αἴσχιστα περιέσται δήπου, καὶ οὐχ ἑκοῦσι παθεῖν τοῖς τῇδε διακειμένοις. Εὐκατάσειστον μὲν γὰρ κομιδῇ, καὶ εἰς ἄκρον ἥκουσαν τῆς ὅλης, ὡς ἔπος εἰπεῖν, ἀσθενείας, ἐπαθρήσαι τις ἂν οἰκίαν τῆς ἐν ἀρχαῖς ὑποβάθρας ἀπολισθήσασαν, εὐκατα γώνιστον δὲ παντελῶς. Κατὰ τὸν ἴσον τρόπον τῷ πειράζοντι Σατανᾷ τὴν τοῦ ἀνθρώπου ψυχὴν κατίδοι τις ἂν, εἰ τὸν οἰκεῖον ἀφεῖσα θεμέλιον, τουτέστι Χριστὸν, καὶ εἰς τὴν τῆς πίστεως ὑποβάθραν ταῖς διψυχίαις ὑβρίζουσα παραλόγως ἁλίσκοιτο. Καί μοι δοκεῖ περὶ τῶν τοιούτων εἰπεῖν ὀρθῶς τε καὶ ἀνεγκλήτως ὁ Χριστοῦ μαθητὴς, ὅτι "Κρεῖττον ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ παραδοθεί σης αὐτοῖς ἁγίας ἐντολῆς. Γέγονε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς Παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου." Ὥσπερ γάρ ἐστι παμμόχθηρον, ἀδελφοὶ, τὴν ἀκά θαρτον κύνα τὸν ἴδιον ἔμετον ἀναῤῥοφοῦσαν ἰδεῖν· (βδέλυγμα γὰρ εὐθὺς ὁ τοῦτο παθὼν), πάντως δήπου καὶ ὁ τὴν ἕξιν ἀστεῖος καταστυγήσει βλέπων τὴν 77.672 ὗν, ὅτι μακρά τε καὶ κάκοσμος, ἐκ πηγαίων εὐ θὺς ἀναπηδῶσα ναμάτων, βορβόροις εἰσαῦθις καὶ τοῖς εἰς ἄκρον καταμιαίνουσιν ἑαυτὴν ἐγκαθίησι τέλ μασιν· οὕτως, οἶμαι, πάναισχρόν τε καὶ ἀτοπώτα τον, μᾶλλον δὲ ἁπάσης ἀτοπίας τρέχον ἐπέκεινα, ἀληθὲς εἰπεῖν τῆς διψυχίας τὸ ἔγκλημα, παλινδρο μεῖν ἀναπεῖθον ἐπὶ τὴν ἐν ἀρχαῖς ἀβουλίαν, καὶ ἐπ' ἐκείνης αὖθις ἰέναι κελεῦον τῆς ἀσεβείας τὴν νόσον, ἣν διὰ πίστεως τῆς εἰς Χριστὸν παραδόξως ἀποκρουσάμενοι, τῆς πνευματικῆς εὐρωστίας ἐπεδρα ξάμεθα, τὸν νοῦν ὑγιᾶ τε καὶ ἀσινῆ ἐσχήκαμεν. Οὐκοῦν ἀκόλουθον ἐκεῖνο δὴ πάλιν ἡμᾶς διασκεψα μένους ἰδεῖν· Εἵ τι τῶν τοῦ σώματος ἡμῖν ἐπυρώθη μελῶν, καὶ νόσος αὐτὸ δεινὴ κατεβόσκετο· κατεκή λησε δέ τις τῶν ἰατρῶν τὸ πάθος, τοῖς ἐκ τῆς τέ χνης εὑρήμασι παρατρέπων εἰς ἡμερότητα, καὶ οἱονεί πως ἀνασειράζων τοῦ κακοῦ τὸν ἐπέκεινα δρό μον, ἢ καὶ ἀνακόπτων εἰς τὸ παντελές, ἆρα τίς εἰς τοῦτο πεσὼν εὐηθείας ἁλώσεται, ὡς μὴ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸ χρῆμα, παλινδρομεῖν δὲ αὖθις ἐθελῆσαι πρὸς τὸ νοσεῖν; καὶ τίς ἄνους τε καὶ βρα χυγνώμων ἀνὴρ εἴη ἂν εἴς γε τοσοῦτον, ὡς ἐνὸν ἑλέσθαι τὸ εὐρωστεῖν, τῶν ἐναντίων ἐρᾷν; Ἐπεὶ δὲ οὐχὶ τὸ σαρκίον ἡμῖν τὸ ἐκ γῆς, ἀλλ' αὐτὸ τὸ κρά τιστον, ψυχή τε καὶ νοῦς, ἀρχαίων καὶ μυσαρῶν ἀπήλλακται νοημάτων, καὶ τὴν τῆς πολιτείας διενηξάμεθα νόσον, οὐ τριπόθητον ἡγῇ τὸ ὑγιαίνειν ὦ τᾶν, ἥδυστον δέ σοι φαίνεται τὸ ἔτι νοσεῖν, καί τοι διακρούσασθαι παρὸν, ἂν ἐθελήσῃς μόνον; Ἀλλ' ἐκεῖνό που πάντως ἀνακεκραγώς τις ὀφθήσεται, καὶ ψυχρὸν ἀπὸ καρδίας ἀνοίσει λόγον. Καὶ ποῖον ἂν ἡμῖν εἰσοίσει τὸ βλάβος, τὸ πιστεύειν μὲν, ἕνα τῶν ὅλων εἶναι πατέρα καὶ γενεσιουργὸν, ἀπονέμειν δὲ τὰς τιμὰς καὶ τοῖς ἐγκοσμίοις δαίμοσι, Θρόνους ἡμῖν καὶ Ἀρχὰς, καὶ ∆υνάμεις, καὶ Κυριότητας, καὶ αὐτῆς ὀνομαζούσης τῆς ἱερᾶς τε καὶ θεοπνεύ στου Γραφῆς; Πρὸς δὴ τὸν εὐήθη καὶ γραώδη του τονὶ λόγον πρέπειν οἶμαι πάλιν ἐκεῖνο εἰπεῖν, ὡς ἔστιν ἀπίθανον, ἀπηχές τε παντελῶς, μᾶλλον δὲ ἤδη καὶ σφαλερώτατον, ταῖς εἰς ἄκρον ἡκούσαις καὶ ἰσομέτροις τιμαῖς στεφανοῦν ἐπιχειρεῖν, καὶ τὸν τῆς ἐπιγείου βασιλείας ἐφιζάνοντα θώκοις, καὶ τοὺς ὑπὸ πόδα κειμένους, καὶ δοῦλον αὐτῷ τὸν αὐχένα ὑπ εστρωκότας. Ἦ γὰρ οὐχὶ τὸ μὲν τῶν ὅλων κρατεῖν τοῖς τοῦτο λαχοῦσιν ὡς ἐξαίρετον ἀνακείσεται; τό γε μὴν ὑπεζεῦχθαι φαίη τίς ἂν τοῖς ἄλλοις ἁρμοδιώ τατον; Ἀλλ' ἐνδοιάσειν οἶμαι μηδένα. Καὶ εἰ μέν τινες εἶεν τῶν τεταγμένων ἐν ὑπηκόοις εὔνοι τε καὶ γνησιώτατοι, καὶ γερῶν καὶ δόξης ἀξιωθήσονται· εἰ δὲ ἀπειθεῖς καὶ δυσήνιοι, καὶ ἀτιμαγέλαι τινὲς ἐν τοῖς ὅτι μάλιστα πολεμιωτάτοις κατατετάξονται· καὶ τῆς ἁπασῶν ἐσχάτης μεθέξουσι δίκης. Πλὴν ἐκεῖνο ἐν τούτοις κατασκέψασθαι δεῖ. ∆οίην ἂν ἔγωγε τῆς ἀρίστης εἶναι φρενὸς, τὸ εὖ μάλα δύνασθαι κατ ιδεῖν, ὅτι καὶ τοῖς τῆς γνησιότητος λαχοῦσι τὴν 77.673 δόξαν, καὶ μαρτυρουμένοις εἰς τοῦτο διὰ πραγμά των, μέτεστι μὲν εὐκλείας καὶ τῆς ἀνωτάτω τιμῆς ἔσθ' ὅτε, οὐ μὴν οἴκοθεν, οὐδ' ἐξ οἰκείας αὐτοῖς ἐξου σίας πεπορισμένης, ἀλλ' ἐκ τῆς τοῦ κρατοῦντος ἐθελουσίου ῥοπῆς. Καὶ πηγὴ μὲν ἅπασι τιμῆς τε καὶ δόξης ἡ βασιλέως θέλησις· οἱ δὲ εἰσὶν οὐκ ἐν τοῖς ἔχουσι φυσικῶς, ἀλλ' ἐν τοῖς δεχομένοις τὰ γέρα· καὶ ἕως μὲν ἑστᾶσιν ὀρθῶς φρονοῦντες τὰ βασιλέως, ἐρησεισμένην ἔχουσι τὴν δυναστείαν, καὶ εἰσὶ τῆς δόξης ἐν καλῷ. Μετατετραμμένοι δὲ πρὸς τὸ ἐναν τίον, ζηλωτοὶ μὲν οὐκ ἔτι, τρισάθλιοι δὲ καὶ παντὸς ἐπέκεινα κακοῦ πεσόντες ἁλώσονται. Εἰ δὲ δήπου τις εἰς τοῦτο μοχθηρῶν καθήκοιτο βουλευμάτων, καὶ ἐξ ἀκράτου μανίας παρατεθη[γ]μένος εἰς ἀπόστασιν, καὶ ὅπλων αὐτῶν, καὶ τυραννικῶν ἐπιτηδευμάτων, ῥιψοκινδύνως ἁψάμενος, πόλεις τε καὶ χώρας ἐξανα στήσειε, καὶ τὸν ἐξ ἀνάγκης ζυγόν τισιν ἐπιῤῥίψας, τὴν τῆς βασιλείας ἐφ' ἑαυτῷ παραβιάζοιτο δόξαν· εἴη ἂν παρά γε τοῖς σώφροσιν, οὐχὶ διὰ τοῦτο τιμᾶ σθαι πρέπον, ἀλλ' οὐδὲ τοῖς τῶν ὅλων κρατοῦσι συντετάξεται· πολλοῦ γε καὶ δεῖ. Πραχθεὶς δ' ἂν μᾶλλον τῆς ἀπονοίας τοὺς λόγους, καὶ τῶν οὕτως ἀνοσίων ἐγχειρημάτων ἐξαιτοῖτο ἂν, καὶ μάλα εἰκό τως, τὴν ἰσοπαλῆ καὶ, ἵν' οὕτως εἴποιμεν, ἰσήλικα δίκην. Ἀλλὰ ταυτὶ μὲν ἡμῖν ἐκ τῶν καθ' ἡμᾶς πραγ μάτων, εἰρήσθω τε ἅμα καὶ ἀναπεπλάσθω χρησί μως, καθάπερ ἐν πίνακι γραφή. Φέρε δὴ οὖν ταῖς ἐπέκεινα τῶν αἰσθητῶν ἐννοίαις προβαλόντες, ὀξυωπέστερον τὸ θεῖον αὐτὸ κατασκεψώμεθα κάλ λος, καὶ τὴν τῶν ὅλων βασιλίδα, κατά γε τὸ ἐγχω ροῦν, καταθεώμενοι φύσιν, τήν τε ἄῤῥητον αὐτῆς δύναμιν καὶ ἐξουσίαν, ὡς ἔνι, καλῶς ἀναλογισάμε νοι, τῶν παρ' αὐτῆς γεγονότων καὶ ὑπ' αὐτῇ κει μένων ἐννοήσωμεν τὴν δουλείαν. Εἷς μὲν γὰρ ὁ πάν των ἐστὶ ∆εσπότης, καὶ γενεσιουργὸς, καὶ τῶν ὅλων Κύριος· ἐπειδὴ δέ ἐστι κατὰ φύσιν ἀγαθὸς, ἵνα τοῦτο ὑπάρχων, καὶ οὐχὶ αὐτῷ καὶ μόνῳ γινώσκοιτο, μετάσχοιεν δὲ καὶ ἕτεροι τῆς ἐνούσης ἡμερότητος αὐτῷ, παρεκόμισεν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ· καὶ ἀριθμοῦ μὲν κρείττονα πνευμάτων ἁγίων ἔκτισε πληθύν· τάξιν δὲ τοῖς γεγονόσι τὴν ἀρίστην ἐπιτι θεὶς, τὸ μὲν ὠνόμασεν Ἀρχὴν, τὸ δὲ, Κυριότητα, Θρόνον δὲ ἕτερον, Ἀρχαγγέλους δέ τινας, καὶ μὴν καὶ Ἀγγέλους. Οὐ γὰρ ἕτερόν τι νοῶν ἢ ὅπερ ἔχει καλῶς τε καὶ ἀμωμήτως, πάντη τε καὶ πάντως, ἑκάστῳ τῶν γεγονότων, τὴν αὐτῷ καὶ μόνῳ δοκοῦ σαν ἐπεμέτρησε τιμήν. βʹ. Οὐκοῦν ἀναρίθμιος μὲν ἐν τοῖς οὐρανοῖς ἡ τῶν ἁγίων ἀγγέλων πληθὺς, Ἀρχαὶ δέ τινες, καὶ Ἐξουσίαι, καὶ Θρόνοι τέθεινται παρὰ Θεοῦ, οἱονεὶ τὴν πατρὸς ἢ καθηγητοῦ τινος τάξιν ἀποπληροῦσαι τοῖς ἄλλοις. Ἦν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως, ἐξ οὐρίας ὥσπερ τοῖς γεγονόσιν ἰέναι τὰ πράγματα. Ὅταν 77.676 τοίνυν τῶν ἱερῶν ἀκούσῃς Γραμμάτων, ∆υνάμεις, καὶ Θρόνους, καὶ Κυριότητας ἀποκαλούντων τινὰς, μὴ πολύθεον ἐντεῦθεν διακηρύττεσθαι πλάνησιν ὑπο λάβῃς, ἄνθρωπε· μηδὲ τῆς ἀμαθίας ἐπινηχόμενος λογισμοῖς, τῶν τῆς ἀληθείας παρακομίζου δογμάτων. Ὃ γὰρ ἔφην φθάσας, ἐρῶ πάλιν. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, "ταυτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές." Εἷς ὁ πάντων ἐστὶ γενεσιουργὸς καὶ Κύριος· καὶ μυρίαι μὲν μυριάδες ἁγίων ἀγγέλων παρεστήκασιν αὐτῷ· καὶ οὐκ ἔστι τι τῶν παρ' αὐτοῦ γεγονότων, ὃ μὴ τὸν τῆς δουλείας ἔχει ζυγόν. Εἰ δὲ ἀπεσκίρτησάν τινες, καὶ οἷον ἐπὶ τῆς ζεύγλης ἑλκύσαντες τὸν αὐχένα, τετιμώρηνται, καὶ πεπτώκασι· καὶ τῆς ἀνωτάτω πόλεως εὐλόγως ἀπολι σθήσαντες, πεπλανήκασί τινας τῶν ἐπὶ γῆς, τὴν τοῦ Θεοῦ δόξαν εἰς ἑαυτοὺς ἁρπάζειν ἐπιχειρήσαντες, ὧν εἷς καὶ πρῶτος
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.