Logos 12 rem close
Rem CLOSEOUT: Logos 12 CLOSEOUT.
Greek
ύς;" Καὶ τί πρὸς ταῦτα Θεός; "Τάδε ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς. Τοῦτό μού ἐστι τὸ ὄνομα, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς." Ἴδιον γὰρ τὸ εἶναι καὶ ὑπάρχειν ἀεὶ τῷ κατὰ φύσιν Θεῷ. Τὸ δὲ ὂν καὶ ὑπάρχον ἀνάρχως τε καὶ ἀκαταλήκτως, καὶ τὸν ἐκ τοῦ πεποιῆσθαι διαφεύξεται μολυσμὸν, καὶ ὅτι μὴ παρ' ἑτέρου τὴν ὕπαρξιν ἔχει, αὐτὸ δι' ἑαυτοῦ μαρτυρηθήσεται. Ἔστι γὰρ ἄκτιστος καὶ ἀγέννητος ὁ Θεὸς καὶ Πατὴρ, συμφυᾶ καὶ συναΐδιον ἔχων τὸν ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντα Υἱὸν, "δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας," καὶ τοῖς οὐκ οὖσί ποτε τὴν εἰς τὸ εἶναι δωρεῖται πάροδον, καὶ ζωογονεῖ μὲν ἅπαντα, ὅσα πάρεστι τοῦ ζῇν δεκτικά· φωτὶ δὲ τῷ θείῳ καὶ νοητῷ καταλαμπρύνει πάλιν τὰ φωτὸς ἐπι δεᾶ. Καὶ τοῦτο εἰδὼς καὶ διδάσκων ὁ θεῖος ἡμῖν ἀνα μέλπει ∆αβὶδ, πρὸς τὸν τῶν ὅλων Πατέρα Θεόν· "Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεὸς, οἱ δὲ υἱοὶ τῶν ἀν θρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Με θυσθήσονται ἀπὸ πιότητος οἴκου σου· καὶ τὸν χει μάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοῦ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς." Καὶ μὴν ὁ σοφώτατος Ἰωάννης, "Ἦν, ἔφασκε, τὸφῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε νον εἰς τὸν κόσμον." Ἔστι γὰρ, ἔστιν ὁ μονογενὴς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαραποίητος χα ρακτὴρ, ὅλον ἔχων ἐν ἰδίῳ κάλλει τὸν Γεννήτορα· καὶ ἐξ ὧν ἐστιν αὐτὸς, τὴν τοῦ τεκόντος φύσιν ἄριστα ζω γραφῶν. Τοιγάρτοι καὶ ἔφασκεν, ὅτι "Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι." Πατέρα δὲ ὅταν ἀκούσῃς καὶ Υἱὸν, ἀναχώρει σωμάτων· καὶ τῆς περὶ τούτων ἐννοίας ἀποδραμὼν, φρόνησον ἃ δεῖ· σύνες τε ὅτι οὐ περί τινος τῶν ἐν γενέσει καὶ φθορᾷ λόγος ἡμῖν εἰς τὸ παρόν. Ἀσώματόν τι καὶ ὑπερούσιον ἡ τῶν ὅλων κατεξουσιάζουσα φύσις. Οὐκοῦν ἐξίτω σω μάτων ὁ νοῦς, ὅταν τι μανθάνῃ περὶ Θεοῦ. Τὸ δὲ οὐ σίας ἁπάσης σωματικῆς ἐπέκεινά τε καὶ ἀνωτάτω νοούμενον, οὔτ' ἂν εἴη τόπῳ περιληπτὸν, οὔτε μὴν ταῖς τῶν σχημάτων ἰδέαις ὑποκείμενον. Ἀλλὰ καὶ ὅταν λέγηται γεννᾷν, οὐκ ἀποῤῥοίαις τισὶν ἢ ἀποτο μαῖς ὑποπίπτον ἁλώσεται· πολλοῦ γε καὶ δεῖ. Ἄν θρωποι μὲν γὰρ, ἤγουν ἕτερόν τι τῶν ἐνσωμάτων ζώων τίκτουσιν ἐξ ἑαυτῶν, καὶ προβολαῖς ταῖς εἰς 77.684 ἕτερον ἰδικῶς ἔχει τὰ ἐξ ἑαυτῶν γεννήματα. Ὅ γε μὴν ἀσώματος, καὶ ἁπάσης ἐννοίας τῆς ἐν ἡμῖν ἐπέκεινα Θεὸς, τίκτει, μὴ μεριζόμενος· γεννᾷ, μὴ τεμνόμενος. Ἀλλ' εἰ μέ τις βούλοιτο τὸν τῆς γεν νήσεως τῆς θείας ἀφηγήσασθαι τρόπον, ἔροιτό τε προσιών· Πῶς οὖν ἡ θεία γεγέννηκε φύσις; οὐδὲν ἐρυθριάσας, ἐρῶ· Καὶ ποῖός σοι νοῦς νοήσει τὰ ὑπὲρ νοῦν; ἢ ποῖος ἂν ἡμῖν διερμην[ε]ύσει[ε] λόγος τὰ ὑπὲρ λόγον; Ὁ μὲν γὰρ μακάριος γράφει Παῦλος· "Ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρου ρήσει τὰς καρδίας ὑμῶν." Ἀνέκφραστα δὲ παντε λῶς τὰ τοιαῦτα δεικνὺς καὶ ὁ σοφώτατος ἔφη Σολο μών· "∆όξα Κυρίου κρύπτει λόγον." Ὅτι δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, καίτοι τοσοῦτον ὄντας ὑπὲρ ἡμᾶς, ὁ τῆς τοῦ Υἱοῦ γεννήσεως τρόπος δια λανθάνει, ἀναπείθει λέγων ὁ μακάριος Ἡσαΐας· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;" Σαφέστερον δὲ πάλιν ὁ προφήτης Ἀββακοὺμ, ἐξηγεῖται λέγων· "Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ." Τί γὰρ ἂν βούλοιτο δηλοῦν τὸ, καὶ αὐτοὺς καλύψαι τοὺς οὐρα νοὺς τὴν ἀρετὴν τοῦ Υἱοῦ, εἰ μὴ ὅτι καὶ μείζων ἐστὶ καὶ αὐτῆς τῆς ἄνω πληθύος καὶ τῶν ἁγίων ταγμά των ὁ περὶ αὐτοῦ λόγος; Οὐκοῦν ἄῤῥητος μὲν ἁπάσῃ τῇ κτίσει καὶ ἀπερινόητος παντελῶς ἡ τοῦ Χριστοῦ γέννησις. Ἑπόμενοι δὲ ταῖς θείαις Γραφαῖς, καὶ καθάπερ ἐν ἐσόπτρῳ καὶ αἰνίγματι βλέποντες, καὶ γεννηθῆναί φαμεν, καὶ συνυπάρχειν αὐτὸν ἀϊδίως, κατὰ τοιούσδε τινὰς τρόπους· καὶ μικρὰ μὲν οἶδ' ὅτι τὰ παραδείγματα, καὶ οὐ διαρκῶς ἡμῖν, ὅπως ἔχει, τὴν τοῦ Θεοῦ φύσιν καὶ τὸν τῆς γεννήσεως τρόπον κατασημῆναι δυνάμενα. Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς οὐδέν ἐστιν ἐν τοῖς γεγονόσιν, ὅνπερ ἄν τις ἴδοι τῆς τοῦ Θεοῦ δόξης οὐχ ἡττώμενον. δʹ. Οὐκοῦν καθάπερ τινὰ τύπον αἰσθητὸν τοῖς θεω ρήμασι προϋποτιθέντες τὸ παράδειγμα, ἐπὶ τὸ ἀσυγ κρίτως ὑπερτεροῦν ἀναθρώσκωμεν, καὶ ὡς ἔνι μάλιστα καλῶς, κατά γε τὸ ἐφικτὸν, ἐπ' αὐτὸ τῆς θείας φύσεως ἰόντες τὸ κάλλος, ἐννοῶμεν, ὅτι ὁ λόγος μὲν ὁ ἀνθρώ πινος, καὶ μὴν καὶ τὸ εἶδος ὅπερ ἂν ἐννοοῖτο τυχὸν σώμασιν ἐνυπάρχειν, ἀνύπαρκτά τέ ἐστι, καὶ οὐδαμό θεν ἰδίως ὑφεστηκότα· τὸ δὲ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, τουτέστιν, ὁ Υἱὸς, ὑφέστηκεν, ἰδικῶς γεν νηθεὶς ἐκ Πατρὸς τοῦ ἀγεννήτως ὑφεστηκότος. Θορυ βείτω δὲ μηδένα τῶν λέξεων ἡ διαφορά. Οὐ γὰρ δὴ παραδεξώμεθα τάς τινων εἰκαιοβουλίας, τὰ ἀπὸ καρ δίας αὐτῶν λαλούντων, καὶ οὐκ ἀπὸ στόματος Κυ ρίου, κατὰ τὸ γεγραμμένον· οἷς ἀκόλουθον ἐπιφθέγ ξασθαι καὶ εἰπεῖν· "Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν." Ἢ τάχα που, μᾶλλον δὲ καὶ ὡς ἀλη θῶς εἰπεῖν, τὰ καθ' ἑαυτὰς οὐ γινώσκοντες, ἐπαί 77.685 ρουσι μὲν εἰς ὕψος τὸ κέρας, "λαλοῦσι δὲ κατὰ τοῦ Θεοῦ ἀδικίαν," ὡς καὶ αὐτὸς ἡμῖν ὁ θεῖος ἀνα μέλπει ∆αβίδ. Συνείροντες γὰρ ἀσυνέτως τὰ ἐξ ἀν θρωπίνων ἐννοιῶν εὑρήματα, καὶ ἰσχνοῖς ὥσπερ τισὶ διαλογισμοῖς "ἱστὸν ἀράχνης ὑφαίνοντες," κατὰ τὸ γεγραμμένον, τὰς τῶν ἁπλουστέρων ψυχὰς ἀνοσίως καταληΐζονται, μετατιθέντες εἰς πλάνησιν, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις. Ἀκουέτωσαν τοιγαρ οῦν τῆς θεοπνεύστου βοώσης Γραφῆς· "Οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη," ἀλλ' ἐπίγειος, ψυ χικὴ, δαιμονιώδης. Τί γὰρ δὴ καί φασιν οἱ τάλανες, τῆς πρὸς Πατέρα Θεὸν ὁμοουσιότητος, τὸ ὅσον ἐφ' ἑαυτοῖς, ἐξέλκοντες τὸν Υἱόν; Καὶ πῶς ἂν δύναιτο τῷ ἀγεννήτῳ Πατρὶ ταυτὸν εἶναι κατὰ φύσιν τὸ γεννη τόν; Πλείστη γάρ ἐστι μεταξὺ τῶν λέξεων ἡ δια φορά. Φαίην γὰρ ἔγωγε πρὸς τοῦτο εὐθὺς, ὅτι διά φορον μὲν ὁμολογουμένως τὸ ἐκ τῶν λέξεων ἡμῖν ὑποδηλούμενον, οὐ μὴν καὶ ἀποτεμεῖν τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος τὸν Υἱόν. Οὐδεὶς γὰρ ἡμᾶς ἀναπείθει λόγος, καθάπερ ἐξ ἀνάγκης ὁμολο γεῖν ἑτεροφυὲς εἶναι πάντως τοῦ γεννῶντος τὸ γεν νώμενον· ἀλλ' ἔστ' ἂν ὅλως γεγεννῆσθαι πιστεύηται, κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον, ὁμοφυὲς ἔσται καὶ ὁμοούσιον τῷ γεγεννηκότι. Εἰ μὲν οὖν κατὰ τὸ ἀληθὲς γεγέννηκεν ὁ Πατὴρ, οὕτω τε ἔχειν καὶ αὐτοὶ τὴν τοῦ πράγματος ὁμολογοῦσι φύσιν, κατὰ τίνα δὴ τρόπον ὀθνεῖός τε ἔσται καὶ ἑτερογενὴς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν ἀναλάμψας Υἱός; Ἐλεγχθήσεται γὰρ, εἴπερ οὕτως ἔχοι, καθάπερ ἐκεῖνοι ληροῦντές φασιν, ἡ θεία παθοῦσα φύσις, ὃ μηδὲ αὐτὴ παθεῖν ἡ φύσις ἠνέσχετο. Ἀνθρώπου γὰρ ἄνθρωπος γέννημα· καὶ μὴν καὶ ἕκαστον τῶν ὅσα τὸν τοῦ δύνασθαι γεν νᾷν παρεδέξατο νόμον, ὁμοειδῆ τε καὶ ὁμοούσιον, πάντως ἕξει τὰ ἐξ ἑαυτῶν· καὶ οὔτ' ἂν ἄνθρωπος ἵππον, οὔτ' ἂν ἵππος ἀποτέκοι κύνα. Ἐπειδὴ δὲ πολὺ τῶν καθ' ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ ἐν ἀμείνοσιν, ὑπερ κείσεται δήπου καὶ κατὰ τοῦτο, καὶ ὁμοούσιον ἑαυτῷ τὸν ἴδιον ἔχων Υἱὸν νοηθήσεται· πάθοι γὰρ ἂν οὐδαμῶς, ὃ καὶ αὐτὴ τῶν γενητῶν ἡ φύσις παθεῖν αἰσχύνεται. Εἰ μὲν οὖν ἄριστα ἔχειν ἐδοκίμασεν ἐν ἀρχαῖς τὰ πάντα δημιουργῶν, τὸ δεῖν ἕκαστον τῶν πεποιημένων ὁμοούσιον ἑαυτῷ τὸ ἐξ αὐτοῦ τικτόμε νον ἔχειν, τί τῶν καλλίστων ἑαυτὸν ἀποστερεῖ, μὴ οὕτως ἔχων αὐτός; Εἰ δὲ τοῦτο ἄτοπον νοεῖν, ἢ φράσαι (πάντα γὰρ αὐτῷ μετεῖναι πρέπει τὰ ἐξαίρετα), προσ έσται δήπου καὶ τοῦτο. Εἰ δὲ οἴονται κατὰ ἀλήθειαν οὐ γεγεννηκέναι τὸν Θεὸν, τί τὸ τῶν λέξεων διάφορον ὡς ἀναγκαῖον προτείνουσι, καὶ παραλύειν ἐπιχειροῦσι τὴν τοῦ γεννήματος δόξαν, ἑτεροφυὲς εἶναι λέγοντες αὐτὸ παρὰ τὸν ἀγεννήτως ὄντα Πατέρα. Εἰ γὰρ μὴ γεγέννηκεν ὅλως ὁ Θεὸς καὶ Πατὴρ, οὐδὲ γεννητὸς ἔτι κατ' αὐτούς ἐστιν ὁ Υἱός. Οὐκοῦν λελύσθω τὸ ζή τημα, καὶ παυέσθωσαν ἡμῖν ἐπιτειχίζοντες ὡς ἄμα χον πρόβλημα, τῶν λέξεων τὴν διαφοράν· καὶ εἰ μὴ γεγέννηκεν ὁ Πατὴρ, διδασκόντων αὐτοὶ τίς ἄρα ἐστὶν 77.688 ὁ Μονογενὴς, περὶ οὖ φησιν ὁ Θεὸς καὶ Πατήρ· "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε." Φησὶ γὰρ τὸ ἐκ γαστρός· πεποίηται γὰρ ὡς ἐπ' ἀνθρώπων ὁ περὶ τούτων λόγος· ἵν' ἐκ τῶν καθ' ἡμᾶς τὸ ὑπὲρ ἡμᾶς ἐννοήσαντες, ἐξ αὐτῆς γεγεννῆσθαι τῆς τοῦ Πατρὸς οὐσίας πιστεύωμεν τὸν Υἱόν. Θαυμάζω δὲ ὅπως, καί τοι πικροὺς ὄντας λίαν, καὶ ὡς οἴονται σοφοὺς, κἀ κεῖνο διέλαθεν. Ὁ μὲν γὰρ θεσπέσιος Παῦλος, καίτοι τῶν θείων ἡμῖν μυστηρίων ταμίας ὑπάρχων, καὶ εἰς τοῦτο κεχειροτονημένος (ἀφωρίσθη γὰρ εἰς Εὐαγ γέλιον Θεοῦ), δεικνύων ὅτι πρῶτός τε καὶ μόνος καὶ ἀληθῶς Πατὴρ ὁ Θεὸς, καὶ καθ' ὁμοιότητα τὴν πρὸς αὐτὸν τὰ γεγονότα παρ' αὐτοῦ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.