Festal Letters (Paschal Homilies) · §logos10-open

Festal Letters Logos 10 opening

Logos 10.

Paschal Logos 10: festal exhortation and theoria toward the passion and resurrection.

Greek

ΛΟΓΟΣ Ιʹ. αʹ. Ἄρα δὴ πάλιν ἡμᾶς ταῖς τῶν ἁγίων ἕπεσθαι δεῖν οἰομένους φωναῖς· καὶ τῆς παρ' ἐκείνοις συν ηθείας, κατ' ἴχνος ὥσπερ ἰέναι σπουδάζοντας, ὡς ἀδελφοῖς τε ἅμα καὶ τέκνοις μονονουχὶ καὶ χεῖρα προτεῖναι φιλάλληλον, τὸ σεμνὸν δὴ τοῦτο λέγοντας πρόσρημα· "Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα τρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ," ὃς καὶ εἰσαῦθις ἡμῖν τὸν τριπόθητόν τε ὁμοῦ καὶ εὐκταιότατον του τονὶ τῆς ἁγίας ἑορτῆς ἀνέδειξε καιρὸν, ὃν αὐτὸς ὁ μέγας καὶ περιφανὴς τῶν ἁγίων προφητῶν προαν εφώνει χορὸς, διὰ τῆς τοῦ ἁγίου Πνεύματος μυστ αγωγίας φωταγωγούμενος, καὶ τὰ ἐφ' ἡμῖν ἐσόμενα διὰ Χριστοῦ προπαιδευόμενος. Τοιγάρτοι καὶ μέλος ἡμῖν τὸ θεῖον πνευματικῆς ὥσπερ ἀνεκρούετο λύρας ὁ θεσπέσιος ∆αβὶδ, ὁ δὲ τῶν ᾀσμάτων ὡδίπως ἔχων ὁρᾶται τρόπος· "Εὐφρανθήτωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· χαρήτωσαν τὰ πεδία, καὶ πάντες οἱ ἐν αὐτοῖς ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρίναι τὴν γῆν, κρίναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ." Ἀλλ' ὁ πάλαι προκεκηρυγμένος ὡς ἀφίξεται, καὶ ὀρθὴν καὶ ἀμώ 77.608 μητον ἐν τοῖς καθ' ἡμᾶς ἐξοίσει τὴν ψῆφον, οὐκ ἐν ἐλπίσιν ἔτι τὴν θυμηδίαν. Ἀλλ' αὐτοῖς ἡμῖν ἀπέφηνε πράγμασιν· ἐπιδεδήμηκε γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, κατὰ τὴν πίστιν τῶν ἱερῶν τε καὶ θείων Γραμμάτων· "Ἔκρινε τὴν οἰκουμένην ἐν δικαιοσύνῃ," κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Ἔκρινε δὲ πῶς; καταδικάσας ἄρα τὸν πεπλανημένον ἢ ποιναῖς ὑποθεὶς τοὺς πάλαι τῶν θείων ἀλογήσαντας νόμων. Εἶτα πῶς ἔτι λοιπὸν ἀληθεύει βοῶν αὐτὸς περὶ αὑ τοῦ· "Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ;" Καίτοι πᾶς τις ἂν, οἶμαι, τῶν εὖ φρο νούντων ὁμολογήσειεν, ὅτι τῶν ἡμαρτηκότων τὸ κα θαρίσαι τι τῶν δεινῶν, καὶ καταψηφίσασθαι δίκην, οὐ τοῦ σώζοντος ἔργον, ἀλλὰ τοῦ κακοῦν ἐθέλοντος μᾶλλον, καὶ συγγνώμης ἁπάσης δίχα τῶν ἤδη προ επταισμένων ἐξαιτοῦντος τοὺς λόγους. Πῶς οὖν οὐκ ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον, εἰ πικρὰν ἐπ' αὐτῷ τὴν ψῆφον ὡρίσατο; Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτο μωρίας ἁλοίη πεσὼν, ὡς κατά τι τῶν οἴεσθαι ψευδομυθεῖν δύνασθαι τὴν ἀλήθειαν. Πῶς οὖν ἔκρινε τὴν γῆν; τοῦτο γὰρ ἡμῖν ὁ τοῦ Ψάλλοντος ἀνακεκράγει λό γος. ∆εινὸς καθ' ἡμῶν ἐγήγερται τύραννος, καὶ κεκράτηκεν ἐκ πλεονεξίας ὁ Σατανᾶς ἀστραπῆς μὲν δίκην τῆς τῶν ἁγίων ἀγγέλων πληθύος ἀπο τιναχθεὶς, ἔρημος δὲ παντελῶς τῆς ἐνούσης εὐ κλείας αὐτῷ, καὶ τῆς τῶν ἀξιωμάτων ὑπεροχῆς ἀνα δεδειγμένος· "Ἔσομαι γὰρ ὅμοιος τῷ Ὑψίστῳ," τετόλμηκεν εἰπεῖν. Ἐπειδὴ δὲ ταῖς ἄνωθεν ψήφοις ἀντιπράττειν οὐκ ἦν, καὶ λυπεῖν ἑτέρως οὐκ εἶχε τὸν ὅσιον κολαστὴν, εἰς τὸν καθ' ἡμῶν ἐτράπετο πό λεμον. Καὶ μεθίστη μὲν εὐθὺς τῆς εὐθείας ὁδοῦ τὸν ἄνθρωπον, παρατρέψας δέ ποι πρὸς τὸ αὐτῷ καὶ μόνον δοκοῦν, καὶ τῆς ἀληθοῦς ἀποκομίσας θεογνωσίας, οἰκεῖον ἤδη προσκυνητὴν καὶ λατρευτὴν τὸν κατ' εἰκόνα Θεοῦ γεγονότα καθίστη· φθόνον δὲ τὸν καθ' ἡμῶν ὠδινήσας ἄδικον, δόξαν δὲ τὴν ἰσόθεον τῇ οἰκείᾳ περιτιθεὶς κεφαλῇ· ἀρχαίῳ γὰρ ἐνικᾶτο πάθει· καὶ τὰ, ἐφ' οἷσπερ ἁλοὺς ἐκολάζετο, νοσῶν ἀγριώτε ρον, ἀναφανδὸν ἤδη κατορθοῦν ἐσκέπτετο τὴν κατὰ πάντων ἀρχήν. Ἅπασαν δὲ ὥσπερ τὴν οἰκουμένην ἑλὼν ὑπὸ χεῖρας, ὡς τῶν ἰδίων κτισμάτων ἀφειδή σαντος παντελῶς τοῦ Θεοῦ, καὶ ποιεῖσθαί τινα λόγον οὐκ ἀξιοῦντος ἔτι τῆς ἡμετέρας ζωῆς, τὴν ὀφρὺν ὑψηλὴν ἀνατείνας ὁ βάρβαρος, τῆς ἀνθρωπίνης ἀσθε νείας κατεσοβαρεύετο, λέγων· "Τὴν οἰκουμένην ὅλην τῇ χειρὶ καταλήψομαι ὡς νοσσιὰν, καὶ ὡς καταλε λειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι." Καὶ τοῦτο λέγων, ἀντήκουε παρὰ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ· Ὃν τρόπον ἱμά τιον ἐν αἵματι πεφυρμένον, οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπ ώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας. Οὐ μὴ μείνῃς 77.609 εἰς τὸν αἰῶνα χρόνον. Ὁ τοίνυν τῆς τυραννίδος αὐτῷ τὴν συντέλειαν ἀπειλήσας Θεὸς, ὅτε δι' ἡμᾶς γέγονεν ἄνθρωπος, ὡς ἤδη παρόντος καιροῦ, καθ' ὃν ἔδει πικρὰς ἐξαιτεῖσθαι δίκας τὸν ἀλαζόνα καὶ μιαιφόνον, "ἔκρινε τὴν οἰκουμένην ἐν δικαιο σύνῃ." Ἐδίκασε γὰρ αὐτῷ τε καὶ ἡμῖν· καὶ τὸν μὲν ἄδικόν τε καὶ πλεονέκτην εὑρὼν, "σειραῖς ζόφου ταρταρώσας, κατὰ τὸ γεγραμμένον, παρ έδωκεν εἰς κρίσιν" μεγάλης ἡμέρας τηρεῖσθαι κο λασθησόμενον. Τοὺς δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν τῆς ἁμαρτίας ἀπέλυσε δεσμῶν, δικαιώσας τῇ πίστει, καὶ πρὸς τὸν ἀρχαῖον αὖθις ἀνακομίσας ἁγια σμόν. Ὅτι γὰρ ἐκεῖνον εὐθ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.