Logos 9 rem close
Rem CLOSEOUT: Logos 9 CLOSEOUT.
Greek
ὲ τοῖς λόγοις φρονεῖν ἀναπεπεισμένος. 77.593 Ἁπλοῦς γὰρ ὁ τοιοῦτος, καὶ τοῦ πρὸς ἄκρον ἰόντος ἐπαίνου μεστός. Καὶ αὐτόθεν οἶμαι καταβαλεῖν τὸ φιλόνεικον, καὶ τοῖς περὶ τούτου λόγοις ἡμῶν ἀντεξ ανίστασθαι δεῖν ᾑρημένον. Τὸ γὰρ ὡς εἰς Χριστὸν πανταχόθεν ὁμολογούμενον, τίς ἂν ἐνδοιάσαι μὴ οὕ τως ἔχειν, καὶ τὴν ἐπὶ τῷ ληρεῖν οὐκ ἂν ὑπομείναι γραφήν; Ἐπειδὴ δὲ ὀρθῶς καὶ καλῶς ἔχειν ὑπολαμ βάνω, καὶ ἐξ αὐτῆς βεβαιοῦν τὰ τοιαῦτα τῆς θεοπνεύ στου Γραφῆς, φέρε σοι τὰ θεῖα παραθῶμεν λόγια, δεῖξιν ἔχοντα σαφῆ, τοῦ παντάπασιν ἀπᾴδειν· μᾶλ λον δὲ βδελυρὸν εἶναι παρὰ Θεῷ τὸν ὑποκριτὴν, καὶ τοῖς τῆς διψυχίας ἐγκλήμασιν ἔνοχον. Ἐνόσουν μὲν γὰρ τοῦτό τινες τῶν Ἰσραηλιτῶν κατὰ τοὺς παρῳχη κότας ἤδη καιροὺς, καὶ τιμᾷν ἐκτόπως τὴν νομικὴν ἐντολὴν ὑπεπλάττοντο, καὶ τὸν νομοθέτην ἄνω τε καὶ κάτω διὰ γλώττης ἔχοντες, ἕτερά γε μὴν ὅτι προσ ήκει φρονεῖν διεσκέπτοντο, καὶ ταῖς ἰδίαις ἕκαστοι ψήφοις, τὸ μόνῳ καὶ αὐτῷ δοκοῦν ὡς ἀνεγκλήτως ἔχον ἐχυροῦν ἠπείγοντο. Τί οὖν ἔφη περὶ αὐτῶν ὁ Θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς; "Ἐγγίζει μοι ὁ λαὸς οὗτος, τοῖς χείλεσιν αὑτῶν τιμῶσί με· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην γὰρ σέβονταί με." Ἦ γὰρ οὐ μάτην σέβεσθαι δώσομεν, καὶ προσ ποίητον ἁπλῶς καὶ νόθην ἐπιτηδεύοντας τὴν τιμὴν προσιέναι τῷ Θεῷ, τοὺς οἵ γε φρονοῦσι μὲν ἕτερα τῇ κτίσει παρ' αὐτὸν λατρεύοντες, λαλοῦσι δὲ μόνον τὰ Χριστιανῶν, καὶ κεκομψευμένοις ῥηματίοις τὴν εἰς Θεὸν εὐλάβειαν ὑποκρίνονται; Εἶτά τις ὁ τούτοις συναινῶν. Εἰ μὲν οὖν οἴεταί τις οὐκ ἀποτίσειν τῆς ἀπάτης τοὺς λόγους, καὶ τὴν ἐπὶ τῷ ψεύδεσθαι τῷ Θεῷ πικρὰν ὑποστῆναι κόλασιν οὐ προσδοκᾷ, τιμάτω τὴν διψυχίαν, καὶ παραπαίειν οἰέσθω τὸν τῶν ἀμει νόνων εἰσηγητήν. Εἰ δὲ πάνδεινος τοῖς οὕτω διακει μένοις ὑπήρτηται κόλασις, ποινὴ δὲ καὶ δίκη καὶ πᾶν εἶδος αἰκίας, καὶ πῦρ τὸ ἀτίθασσον καὶ οὐχ ἑκόντας ἐκδέξεται· πῶς οὐκ ἂν αὐτὸς ὁρῶ τὸ μᾶλλον ληρῶν, τὸ ἐξ ἡδονῆς ἀθέσμου κεκρατηκὸς τῆς ἑαυτοῦ ψυχῆς προτιθείς; Φιληδονία γὰρ, καὶ ἕτερον οὐδὲν, τὸ πολύ θεον πάθος. Καὶ μὴν ὅπως ἐστὶ σφαλερὸν τὸ χρῆμα, καλὸν ὡς ἔοικεν εἰπεῖν. Ἑνὸς μὲν γὰρ τῶν καθ' ἡμᾶς ἢ καὶ τῶν ἔτι μικρὸν ἐν ἀμείνοσι, διακρού σαιτ' ἄν τις ἐπιβουλὴν, ἢ ὀλίγῳ τῆς ἐκείνου μειονε κτουμένην ἀντιπαριστὰς τὴν ἰδίαν ἰσχὺν, ἢ πραγμά των οὐκ ἴσαις παρασκευαῖς, καὶ ὑπὲρ δύναμιν ἁμιλ λώμενος· ἤγουν ἑτέρῳ τινὶ σωζόμενος τρόπῳ. Φύγοι δ' ἄν τις, εἰπέ μοι, κατὰ τίνα τρόπον ἀγανακ τοῦντα Θεόν; ἢ καὶ ὅποι δραμὼν διαλήσεται; Καίτοι τοσαύτην αὐτῷ ἐπιθῶμεν, εἰ δοκεῖ, τὴν λαμπρότητα κατὰ τὸν βίον, ἧς οὐκ ἂν ὁρῷτό τι τὸ ὑπερτεροῦν. Περιχείσθω γε μὴν καὶ χρημάτων περιουσίαις, αἷς οὐκ ἂν ὁ Κροίσου φιλονεικοίη διαβόητος καὶ ἀναμίλ λητος πλοῦτος. Ἆρ' οὖν ἔσται τις ἐντεῦθεν ἡ ἧσις; ἀποστήσεις δὲ ταῦτα καὶ οὐχ ἑκόντα τὸν κολαστήν; Πολλοῦ γε καὶ δεῖ. Ψευδομυθήσει γὰρ οὐδαμῶς ἡ 77.596 θεία λέγουσα Γραφή· "Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους." Οὐκοῦν οὐδὲ τὸ προσκροῦσαι δεινόν. Φέρε πάλιν ἐπιδεικνύωμεν, ὡς ἀνόσιον μὲν ἡγεῖται Θεὸς τὸν διψυχεῖν ᾑρημένον· ὡς δὲ ἀλαζόνα, καὶ ὑβριστὴν, ὑβρίζει τὸν ἀλλοπρόσαλλον. Ἔφη γάρ που πρὸς Ἱε- ρεμίαν, ὡδὶ τὰς τῶν Ἰσραηλιτῶν ἀποπληξίας ἐπαι τιώμενος· "Εἶδες ἃ ἐποίησέ μοι ὁ οἶκος τοῦ Ἰσ ραήλ; Ἐπορεύθησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑπο κάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσαν ἐκεῖ·" τὸ, "ἐπόρνευσαν" τεθεικὼς, ἀντὶ τοῦ, τοῖς δαίμοσιν ἐτελέσθησαν· οὕτω γὰρ ἔθος τῇ θείᾳ λέγειν Γραφῇ. Καταλαμβάνοντες γὰρ τὰς εὐδένδρους τῶν ὀρῶν κο ρυφὰς ὑπὸ τὰ εὐμήκη τε καὶ δασέα τῶν ξύλων τεμένη καὶ βωμοὺς, καὶ διὰ μικρᾶς ἔσθ' ὅτε χερμάδος ἐγεί ροντες δαίμοσιν ἀλσώοις καὶ νύμφαις τάχα ταῖς ἀγριότησιν, ἢ καὶ τῇ παρ' ἐκείνοις ὠμαζομένῃ Βάαλ, σπονδὰς, καὶ θυσίας, καὶ τί γὰρ οὐχὶ τῶν αἰ σχρῶν ἐπετέλουν οἱ ἀλλότριοι; Τόδε δὴ λοιπὸν τὸ ἐντεῦθεν ἤδη; Ἐλύπει Θεὸν τὰ τολμήματα. Νόμῳ γὰρ τῷ παρ' αὐτοῖς παιδαγωγούμενοι πρὸς τὴν τῆς ἀληθείας κατάληψιν, τῷ διαβόλῳ προσκεχωρήκασι, τὰς οἰκείας μᾶλλον κολακεύοντες ἡδονὰς, καὶ τὴν σωφρονίζουσαν ἐντολὴν τῆς ἑαυτῶν καρδίας ἐξωθού μενοι. Τί οὖν ἐπ' αὐτοῖς ὁ τῶν ὅλων ∆εσπότης τῷ προφήτῃ φησὶν Ἱερεμίᾳ; "Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιήσασαν ταῦτα." Ἵνα γὰρ ἐπιδείξῃ σαφῶς οἵαν ὑποστήσονται δίκην οἱ ἐκεῖνα πεπλημμεληκότες, ἀποκείρασθαι τῷ προφήτῃ κελεύει. Ὅνπερ γὰρ τρό πον θρὶξ τῇ τοῦ κείροντος τεμνομένη χειρὶ, τοῦ τε κόντος αὐτὴν ἀλλοτριοῦται σώματος, οὕτως οἱ ταῖς τῶν δαιμόνων ἀπάταις προσωλισθηκότες, τῆς πρὸς Θεὸν οἰκειότητος ἀποθερισθέντες διὰ θείας ὀργῆς πρὸς τὸ μηδὲν οἰχήσονται, φροντίδος οὐδεμιᾶς ἔτι τῆς ἄνωθεν ἀξιούμενοι. Καὶ μὴν, εἴ τῳ δοκεῖ, καὶ τὸν θεῖον ἐπὶ τούτοις, ὅσον δοκεῖ, ἔστι κατασκέψασθαι θυμὸν, περιαθρείτω πάλιν ἐντεῦθεν. Καίτοι γὰρ εἰωθὼς παντὸς ἀξίων ἡγεῖσθαι λόγων τὴν τῶν ἁγίων εὐχὴν, ἐπ' ἐκείνοις αὐτὴν οὐ προσίεται μόνοις. Λέγει γὰρ οὕτως· "Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τού του, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς, ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι." Ἐπειδὴ δὲ λίαν ἐλύπει τὸν πνευματοφόρον, καὶ πικρὸν ἐφαίνετο τῷ προφήτῃ τὸ πρᾶγμα, τὸ ἀπόβλητον ἔχειν, φημὶ, καὶ πρὸς οὐδὲν ὀνῆσαι δυναμένην τὴν προσευχὴν, ἀπολογεῖται τρόπον τινὰ ὁ Θεὸς, καὶ ὡς οὐδ' ἄν τισιν ἔτι μείζοσι καὶ ἀρχαιοτέροις προσιοῦσιν ἐπένευσε, διδάσκει βοῶν· "Ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς." Ἀλλ' ἐρεῖ τις πρὸς ταῦτα τυχὸν τῶν ἐκεῖνα τετολ μηκότων· Τί οὖν, ὦ τάν; Εἰς ταυτὸ δρῶντές τινες ἀκαλύπτως ἡλίσκοντο, καὶ παροτρύνοντες ἀναφαν δὸν, διά τε τοῦτο λυπήσαντες· τὸ δὲ λεληθότως, εἰπέ 77.597 μοι, δυσσεβεῖν, ποῖος δ' ἄν τις νουνεχῶς, ὡς οὐκ ἐν τοῖς ἀνοσίοις ὀρθῶς καὶ δικαίως κατατετάξεται, καὶ οὐδὲν ἔχειν ἐρεῖ τὸ δεινὸν, ἐφόσῳ λυπήσειε τὸν τῶν κεκρυμμένων ἐπόπτην Θεόν; Ἄπαγε τῆς δυσ βουλίας, ἄνθρωπε. Καίτοι λάθοι μὲν ἄν τις ἀνθρώπου τυχὸν ὀφθαλμοὺς, Θεὸν δὲ τῶν ὄντων οὐδεὶς διαλή σεται· "Πάντα γὰρ ἐν ὀφθαλμοῖς ἔχει γυμνὰ καὶ τετραχηλισμένα," κατὰ τὴν τοῦ Παύλου φωνήν. Οὐκοῦν εἰκαῖον ἐπ' αὐτοῦ, τὸ λεληθότως ἢ ἀκατακα λύπτως εἰπεῖν. Εἰ δέ σοι δοκεῖ καὶ τοῖς λεληθότως ἀσεβεῖν ἑλομένοις ὅσος τε καὶ ποταπὸς ὁ θυμὸς ἐπήρ τεται, μαθεῖν, παροίσω τι τῶν κειμένων παρὰ τῇ θείᾳ Γραφῇ. Σὺ δέ μοι δέχου πάλιν εἰς νοῦν. Οὐκοῦν ἐπλανῶντο τῶν ἀρχαιοτέρων τινὲς, καίτοι τῶν ἁπάν των ἐπιγινώσκοντες Θεὸν, καὶ διὰ πολλῶν συγγραμ μάτων πρὸς κατάληψιν τῆς ἀληθείας πηδαλιουχούμε νοι. Καὶ δὴ καὶ πολύμορφον διαπλάσαντες εἰδώλων ἐσμὸν, ἐν σκοτεινοῖς καὶ ἀφεγγέσιν ἐναπέθεντο χώροις. Καταβραχὺ δὲ ἡ νόσος διέρπουσα πρὸς τὰ χείρω, καὶ αὐτοὺς ἀπεβόσκετο τοὺς ἱερᾶσθαι πεπιστευμένους· καὶ δυσαχθὲς ἦν τὸ πρᾶγμα, καὶ ἀφόρητον τῷ Θεῷ. Ἐπειδὴ δὲ κολάζειν ἐσκέπτετο τοὺς ἐμπαροινοῦντας αὐτῷ διὰ τοῦ θεοῖς λατρεύειν ἑτέροις, προσεξηγεῖται τῷ προφήτῃ τὰ τολμήματα, μᾶλλον δὲ δεικνύει σα φῶς· "Ἄκουε τοίνυν, φησὶν Ἰεζεχιήλ. Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει, ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ δὲ ἐκαθήμην ἐν τῷ οἴκῳ μου, ἐγένετο ἐπ' ἐμὲ χεὶρ Ἀδωναῒ Κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ ὁμοίωμα ἀνδρὸς, ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κά τω πῦρ· καὶ ἀπὸ ὀσφύος αὐτοῦ τὰ ὑπεράνω αὐτοῦ ὡς ὅρασις ἠλέκτρου. Καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς, καὶ ἔλαβέ με τῆς κορυφῆς μου, καὶ ἔλαβέ με Πνεῦμα ἀνὰ μέσον τῆς γῆς, καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ, καὶ ἤγαγέ με εἰς Ἱερουσαλὴμ ἐν ὁράσει Θεοῦ." Καὶ μεθ' ἕτερα πάλιν εὐθύς· "Καὶ εἰσήγαγέ με, φησὶν, ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ εἶδον· καὶ ἰδοὺ ὀπὴ μία ἐν τῷ τοίχῳ, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ· καὶ ὤρυξα ἐν τῷ τοίχῳ, καὶ ἰδοὺ θύρα μία. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧδε σήμερον. καὶ εἰσῆλθον, καὶ εἶδον· καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, μάταια βδελύγματα, καὶ εἶδον πάντα τὰ εἴδωλα υἱῶν Ἰσραὴλ διαγε γραμμένα ἐπ' αὐτοῦ κύκλῳ· καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.