Festal Letters (Paschal Homilies) · §logos09-rem-mid

Logos 9 rem mid

Rem mid: Logos 9; lemma continues; spiritual reading with the letter.

Greek

σ 77.588 βολῆς καταῤῥιπτεῖσθαι τῶν βόθρων. Νεανίαις δὲ κεῖσθαι τοῖς ἄρτι ἀκμάζουσι προθήβαις ἐν ἴσῳ τὸν αὐτὸν οἶμαι τρόπον. Οἱ μὲν ἤδη πρὸς ἀσφαλῆ καὶ τὴν ὄντως φιλόθεον ἀναδραμόντες διάνοιαν, καὶ τῇ πίστει τῇ εἰς Θεὸν ἐῤῥιζωμένοι, καλῶς διαμένουσιν ἀκλόνητοι, καὶ προσωθῇ πειράζων ὁ Σατανᾶς. Οἵ γε μὴν ἔτι τρυφᾷν ἔχοντες τὴν καρδίαν, εἰ μὴ σφό δρα συχνὸν τὸν ἐπανορθοῦντα δέχοιντο λόγον, εὐκό λως ἂν, οἶμαι, διολισθήσειαν, καὶ πρὸς ἅπαν ἠχή σονται τὸ τῷ καταστρέφοντι δοκοῦν. Εἰ μὲν οὖν οὐκ ἦσαν ἐν ἐμοὶ οἱ τοιοῦτοι, κἂν εὐθὺς ἐχρῆν ἰθυ δρομῆσαι τὸν λόγον ἐπὶ τὰ τῶν μαθημάτων ἐξησκη μένα, καὶ τελειοτέραν ἔχοντα τὴν ὑφήγησιν. Ἐπειδὴ δὲ πολλοὺς, οἶμαι, κατίδοι τις ἂν, οἷς οὐκ οἶδ' ὅπως ἐπὶ τὸ διαῤῥιπτεῖσθαι φίλον, ἐπαμφοτερίζουσάν τε τὴν διάνοιαν ἔχειν πρός τε τὸν φύσει καὶ τοὺς οὐκ ὄντας τοῦτο θεοὺς, ἢ καὶ οὕτω κατωνομασμένους, τί τὸ νοσοῦν ἀφέντες, ἀβούλως ἐπὶ τὸ μὴ οὕτως ἔχον ἴομεν εὐθύς; Ὥρα τοίνυν, ὡς ἔοικε, κατὰ τὸν θε σπέσιον Παῦλον τοῖς τοιούτοις εἰπεῖν· "Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος." Εἰ γὰρ χρή τι καὶ ἡμᾶς ἀναφανδὸν εἰπεῖν, μηδεμίαν ἐπαφέντας τῷ λόγῳ περιστολὴν εἰ προσέρχῃ τῇ πί στει, πρόσιθι καθαρῶς, ὁλοτρόπως δηλονότι, καὶ μὴ σκάζοντι τῷ νῷ, μηδὲ καρδίᾳ μεμερισμένῃ· μᾶλλον δὲ, εἰ χρή τι καὶ ἀληθέστερον εἰπεῖν, ὅλην ἐχούσῃ πρὸς ἐκεῖνα τὴν ῥοπὴν, ἐξ ὧν ἡ χάρις λυτροῦται τὸν ἀληθῶς ἐπιστρέφοντα. "Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει." Λογισώμεθα γὰρ ὠδὶ τὴν τοῦ πράγ ματος φύσιν ἐκ τῶν καθ' ἡμᾶς αὐτούς. Βεβαρβάρω ταί τις τυχὸν, ἁλοὺς παρ' ἐκείνοις ἐν ἡλικίᾳ μικρᾷ· ἀνατεθραμμένος δὲ παρ' αὐτοῖς, ἐσπάσατο μὲν τῶν ἠθῶν, συνεπλάσθη δὲ ὥσπερ ἀγρίοις ἔθεσί τε καὶ νό μοις. Εἶτα τοῦ χρόνου πρὸς ἐπίδοσιν ἄγοντος ἡλικίας τε καὶ φρενῶν ἔγνω τῆς ἐνεγκούσης ἐστερημένος, ἀλύει δὲ τὸ ἐντεῦθεν, καὶ πατρίδος μὲν τῆς φιλαι τάτης ἐρᾷ, καὶ μὴν καὶ πατρῴοις ἐντιθασσεύεσθαι νόμοις διαπύρως ἔχει. Εἶτα πρὸς τὴν ἄνωθεν ἡμερό τητα μετατιθεὶς, γνώμην τε τὴν ἑαυτοῦ, καὶ σὺν ἐκείνῃ τὴν δίαιταν, προσκεχώρηκε βασιλεῖ, καὶ τὰς τοῦ πράγματος αἰτίας εἰπὼν, ὡς εἴη μὲν σφόδρα φιλόπατρις, νόμων δὲ τῶν ἡμέρων ἐρᾷ, τιμῆς ἠξιώθη καὶ γερῶν. Ἆρ' οὖν, ἐρήσομαι γὰρ ἐπὶ τούτῳ τοὺς ἀκροωμένους, οὐχὶ τὸν τοιοῦτον οἴεσθε βαρβα ρίζοντα μὲν ἔτι, καὶ φρονοῦντα τὰ ἐκείνων, ὡς ἐφ' ἅπασιν εὐλόγως ἂν εὐθύνεσθαι τοῖς κακοῖς, καὶ κο λάσεως εἶδος τὸ αὐτὸ πρέπον οὐκ ἔχειν· ἐμμένοντά γε μὴν τοῖς εἰρημένοις ἐξ ὀρθότητος λογισμῶν, καὶ ἀκατηγόρητον τῷ τιμήματι τὴν εὔνοιαν ἀποσώζοντα, καὶ τῶν ἔτι μειζόνων ὑπάρχειν ἄξιον; Ἀλλ', οἶμαι, σαφὴς ὁ λόγος. Οὐκοῦν ἀπὸ τοῦ παροισθέντος ἡμῖν ἀρτίως, ὡς ἐν εἰκόνος σχήματι, καὶ ἐπ' αὐτὴν ἰέναι 77.589 φημὶ δεῖν τῆν ἀλήθειαν. Φέρε δὴ οὖν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντες τοῦ γένους, τὰ ἐπὶ τῷ πρωτοπλάστῳ διασκεψώμεθα, κατὰ τὴν ἴσην τοῖς εἰρημένοις, ἀνα λόγως διεξάγοντες τὸ θεώρημα. δʹ. Ἦν μὲν γὰρ παντὸς ἀνάπλεως ἀγαθοῦ, καὶ εἰς λῆξιν τὴν ἀνωτάτω τῆς ἐν ἡμῖν εὐθυμίας, ἧς ἂν καὶ μέχρι παντὸς κατέστη κύριος, εἰ μὴ τὴν θείαν ἐξ ἀπάτης παραδεδράμηκεν ἐντολήν. Ἀλλ' εἰ καὶ τοῦτο συνέβη παθεῖν, τὸν γοῦν τὸν ἕνα καὶ φύσει Θεὸν προσκυνεῖν τε καὶ σέβειν ζημιωθεὶς, οὐ καλῶς ἔσται. Τοιγάρτοι καὶ ἡ πρώτη τῶν ἐξ αὐτοῦ γεγονότων υἱῶν ξυνωρὶς, αὐτῷ προσεκόμιζε τῶν εὑρημένων τὰς ἀπαρχάς. Θεὸν γὰρ ἡ φύσις ᾔδει τιμᾷν, νόμου πρὸς τοῦτο δεηθεῖσα μηδενός. Καὶ ὁ μὲν Ἄβελ τοῖς ἐξ ἀγέλης, Καῒν δὲ τοῖς ἀπὸ τῆς γῆς ἐτέλουν τὰ χα ριστήρια. Ὁ μὲν γὰρ ἡγεῖτο ποιμνίων, τῷ δὲ χρη στὸν ἐδόκει τὸ φυτουργεῖν, καὶ τοῦτο εἰργάζετο. Κατὰ βραχὺ δὲ τοῦ γένους ἀεὶ πρὸς τὰ χείρω διολισθαί νοντος, καὶ πολὺ τῆς προλαβούσης αἰσχίονα νοσοῦν τος κακίαν, ὁ μὲν τῇ φύσει κατεσπαρμένος διωλώλει τε καὶ πεπάτητο νόμος, καίτοι Θεὸν ἀναπείθων εἰ δέναι τὸν ἕνα καὶ μόνον. Προσεξεύρητο δὲ τοῖς ἄλ λοις ἅπασι κακοῖς καὶ ἡ πολύθεος πλάνη, μάθημα δεινὸν, ὦ ἄνδρες ἀδελφοὶ, καὶ τῆς τοῦ διαβόλου πι κρίας λῆξιν ἔχον τὴν ἀνωτάτω. Ὥστε γὰρ δεῖν, οὐχὶ μόνης ἡμᾶς τῆς πρὸς Θεὸν ἐξῶσαι φιλίας διὰ τὴν εἰσποίητον ἁμαρτίαν, ἀλλὰ καὶ γνώσεως ἀληθοῦς νοσοῦντας τὴν ἐρημίαν, βδελυροὺς ἀποφῆναι καὶ διεπτυσμένους. Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως εἰς τελεωτάτην καταστροφὴν τὰ καθ' ἡμᾶς καταγαγεῖν. Ἐδεδίει δὲ, ὡς εἰκὸς, μὴ ἄρα τῷ φύσει προσιόντες Θεῷ, καὶ τὸν τῶν ὅλων δημιουργὸν εἰδέναι σπουδά ζοντες, ἀποσεισώμεθα τῆς αὐτοῦ πλεονεξίας τὸν ζυγὸν, πρὸς δὲ τὸ ἀρχαῖον τῆς ἑαυτῶν φύσεως ἀνα θεῖν ἑλώμεθα κάλλος. Ταύτης τοι τῆς αἰτίας ἕνεκα, τὸν τῆς ἡμετέρας διανοίας τεθόλωκεν ὀφθαλμὸν, καὶ ταῖς ἐπεισάκτοις ψευδολατρείαις ἐνδήσας τὸν ἄνθρω πον, πεδήτην ὥσπερ τινὰ, καὶ ἐν δορυκτήτου τάξει τὸν ἐλεύθερον ἐποιήσατο. Ἀλλ' οὐκ ἐπιτεύξεται δό λιος θήρας, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἐκβέβη κεν αὐτῷ κατὰ νοῦν τῶν πραγμάτων τὸ πέρας. Θεομαχεῖ γὰρ ἐξ ἀνοίας ὁ δείλαιος, καί μοι δοκεῖ τοῖς ἐν θαλάσσῃ πλωτῆρσι τὰ ἴσα παθεῖν, οἳ ταῖς τῶν ἀνέμων ἀντιπνοίαις ἀτέχνως προσερίζοντες, αὐτῇ νηῒ διολώλασιν. Ἀπέλαμψε γὰρ ἡμῖν ὁ μονο γενὴς τοῦ Θεοῦ Λόγος, καὶ τῶν ἐκείνου δεσμῶν ἐξείλετο· καὶ ἀντ' αἰχμαλώτων ἔδειξεν ἐλευθέρους. εʹ. Ταυτὶ δὲ πρὸς τὸ παρὸν ἀναγκαίως ἡμῖν εἰσεκομίσθη τὰ διηγήματα. Ὠήθην γὰρ δεῖν ἐπι 77.592 δεῖξαι χρησίμως ὡς ἀρχαῖον μέντοι χρῆμά ἐστι καὶ τῇ φύσει συναναδειχθὲν ἡ εἰς Θεὸν ἐπίγνωσις, τὸν ἕνα καὶ ἀληθῆ· ἐπείσακτον δὲ καὶ δυστροπίας εὕρημα τὸ πολύθεον νόσημα. Ἀλλ' εἰ καὶ τῆς ἐκεί νου τυραννίδος ἡττώμενοι καὶ τὴν ἀφόρητον οὐκ ἐνεγκόντες πλεονεξίαν, ἐπλανήθημέν ποτε, καὶ λελατρεύκαμεν τῇ κτίσει παρὰ τὸν κτίσαντα· οὐ ρανῷ, καὶ ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις, καὶ γῇ, καὶ ὕδατι τὸ τῆς θεότητος ὄνομα χαρισάμε νοι, καὶ ἀριθμοῦ κρείττονα τὴν πολυθεΐαν γραψά μενοι, παραιτώμεθα λοιπὸν τὴν ἐπ' ἐκείνοις αἰσχύ νην, καὶ τῆς οὕτω βδελυρᾶς ἀπάτης λελυτρωμένοι διὰ Χριστοῦ, πιστοὶ καὶ ἀληθεῖς προσκυνηταὶ τοῦ τιμήσαντος διαμένωμεν, καὶ μὴ ἐν ψιλῇ μὲν γλώττῃ τὴν πίστιν, τὴν δὲ ἀπιστίαν εἰς νοῦν ἔχοντες, ἁλισκώ μεθα, μηδὲ πλαττέσθω μέν τις τοῖς ἔξωθεν σχήμασι τὸν Χριστιανὸν, κρυπτέτω δὲ πρὸς τὰ εἴσω τὸν εἰδω λολάτρην. Εἰ μὲν ὅλων ἔτι βαρβαρίζειν τὴν γνώ μην, τί τὰ βασιλέως φρονεῖν ὑποκρίνεται; Ἄριστον οἶδε τοῦ κρατοῦντος ὑπασπιστὴν τῆς ἐλευθερίας ὁ νό μος, οὐ τὸν προδότην, ὦ τάν· οὐδὲ παρ' ᾧ τὰ τῶν ἐχθρῶν ἐναμείβουσιν, ἀλλὰ τὸν συναθλοῦντα γνη σίως, καὶ ὅτῳ τὸ νικᾷν τοὺς ἀντεξάγοντας ἀπευκτὸν, τὸν δὲ διπλοῦν ἐν ἤθει καὶ τρόπον βδελυρόν τε καὶ μιαρώτατον, καὶ παντὸς εἶναι φαῖεν ἂν ἐπέκεινα κα κοῦ. Καίτοι καὶ τοῖς παρ' Ἕλλησι ποιηταῖς ταυτί πως εἰρῆσθαι, καὶ λίαν ὀρθῶς ὁμολογήσειέ τις ἂν, ἀλλὰ πρὸς ἄλλους μὲν ὑπεροπευτὰς καὶ βωμολόχους, καὶ ἑτέροις τισὶν αὐτοὺς ἀποκαλοῦσιν ὀνόμασι, κάλ λιστά μοι δοκεῖ φρονοῦντες ἐν τούτῳ. Ἐπυθόμην δ' ἤδη τινὸς τῶν παρ' ἐκείνοις λέγοντος σαφῶς, ὡς ἐν ἴσῳ ταῖς ᾅδου ποιοῖτο πύλαις, τοὺς ἕτερα μὲν κατα χωννύντας εἰς νοῦν· ἑτεροῖα δὲ διὰ γλώττης ἀναπτύον τας. Χρῆμα γὰρ ὄντως ἀνοσιώτατον ἀπάτη καὶ δό λος, αὐτὰ δι' ἑαυτῶν ῥᾳδίως ἐξελεγχόμενα, καὶ τὴν ἁπασῶν ἀπωτέρω κατηγοροῦντες φαυλότητα. Τί γὰρ οἴει χρῆναι σιγᾷν; Τί δὲ καὶ κρύπτεις ἐν σκότῳ τὰ κατὰ νοῦν σοι τετιμημένα; Ἆρ' οὐχὶ δι' αὐτοῦ καὶ μόνου, τὸ λανθάνειν ἐπείγεσθαι, τὸ ἐπ' αὐτοῖς ἂν αἶ σχος ὁμολογήσειας; Κατακρύπτει γάρ τις, ὦ βέλτιστε, τὰ οἷσπερ ἄν τις ἐπιτιμήσαι δικαίως, καὶ τὸ ἐκ τῆς παῤῥησίας οὐκ ἔχοντα φαιδρὸν, οὐκ ἐκεῖνο δὴ πάντως, ὃ θαυμάζεσθαι πρέπει. Εἰ μὲν οὖν οἶσθα φρονῶν τὰ θαύματος ἄξια, τί μὴ πᾶσιν ὑπάρχῃς γνώριμος, οἷος εἶναι καὶ πέφυκας; Εἰ δὲ τοῖς εἴσω κεκρυμμένοις ἐπερυθριᾷς, καὶ προκάλυμμα τῶν ἀφανεστέρων, τὸν οὐκ αὐτοῖς ἐοικότα περιπλάττῃ λόγον, σεμνοτέραν τῶν ὀρθῶς ἔχειν πεπιστευμένων, δι' αὐτοῦ τὴν δόξαν θη ρώμενος, τί μὴ κἀκείνοις ἐῤῥῶσθαι φράσας, ὅλος εὑρίσκῃ λαμπρὸς, ἀδελφὰ μὲν τοῖς εἰς τὸ εἴσω λαλῶν, συγγενῆ δ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.