Festal Letters (Paschal Homilies) · §logos10-rem-early

Logos 10 rem early

Rem early: Logos 10; festal historia and call to virtue.

Greek

ύνεσθαι δεῖν, ἐφ' οἷς εἰς ἡμᾶς πεπλημμέληκεν, ἐκ μακρῶν αἰτοῦντες φαινό μεθα χρόνων, συνήσεις δὲ μάλα τοῖς τοῦ Μελῳδοῦ προσχὼν ῥήμασιν, ὅτε τὸ κοινὸν ὥσπερ τῆς ἀνθρω πότητος εἰσκεκόμικε πρόσωπον, προσπίπτων τε ἅμα Θεῷ καὶ λέγων· "Ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου, καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου." Ὅτι τε πάλιν τῆς μὲν τοῦ διαβόλου τυραννί δος κατεδίκασεν ὁ Σωτὴρ, ἐλευθέρους δὲ ἡμᾶς ἀπο φήνας, ἑαυτῷ κατεκτήσατο, πῶς οὐκ ἂν γένοιτο παντὶ τὸ σαφὲς, βοῶντο ἐν εὐαγγελλικοῖς συγ γράμμασι· "Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος τούτου· νῦν ὁ ἄρχων τοῦ αἰῶνος τούτου ἐκβληθήσεται ἔξω, κἀγὼ ὅταν ὑψωθῶ ἐκ γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν;" Ὁ λέγων ἀρτίως, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀφῖχθαι πρὸς ἡμᾶς, ἤτοι ἀπεστάλθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα κρίνῃ τὸν κόσμον, νῦν ἔφη κρίσιν εἶναι τοῦ κόσμου; Πρόδηλον οὖν ἄρα, καὶ οὐδαμόθεν ἀμφίλογον, ὅτι δεδικαίωκεν ἡμᾶς, κατεψηφίσατο δὲ τὴν ἀπώλειαν τοῦ μιαιφόνου θηρός. Ἐκβέβληται γὰρ ἔξω, τουτέστιν, εἰς ἀχρειότητα παντελῆ, καὶ τῆς κατὰ τῶν ἀδικησάντων ἀρχῆς. Σταυρωθεὶς γὰρ ὑπὲρ πάν των καὶ διὰ πάντας ὁ Ἐμμανουὴλ, αἵματι τῷ ἰδίῳ τὴν ἁπάντων ζωὴν ἐξεπρίατο, καὶ συνῆψε δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὸ τῆς ἀρχαίας οἰκειότητος ἀπο σκιρτῆσαν γένος. "Μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀν θρώπου," κατὰ τὸ γεγραμμένον, ἀῤῥήτῳ τινὶ συν όδῳ κεράσας τὸ νοούμενον, ἐν ταὐτῷ δὲ ὑπάρχων ἄν θρωπος τε καὶ Θεός· διά τε τοῦτο τῆς μὲν τοῦ τεκόν τος οὐσίας φυσικῶς ἐξημμένος, ἡμῶν δὲ ὡς ἄνθρω πος. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι διασωθῆναί ποτε τὸ φθείρεσθαι πεφυκὸς, καὶ εἰς πεπηγμένην ἔφεσιν ἀρετῆς ἀναβῆναι τὸ σεσαλευμένον, εἰ μὴ καταβέβηκεν εἰς κοι νωνίαν τὴν πρὸς αὐτὸ τὸ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπαύγασμα, τουτέστιν ὁ Υἱὸς ἁπάσης τε φθο ρᾶς ἀμείνων ὑπάρχων καὶ τροπῆς, μᾶλλον δὲ ἄβατον ἔχων παντελῶς τοῖς τοιούτοις τὴν φύσιν. Ἐπ' οὖν τούτοις ἅπασι τὰ τῆς ἡμετέρας ἑορτῆς συνθήματα· καὶ "χαίρουσι μὲν οὐρανοὶ, ἀγαλλιᾶται δὲ τὰ πε δία," κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Συγχαίρει γὰρ τοῖς ἐπὶ γῆς τὰ οὐράνια τάγματα. Καὶ γοῦν εὑρήσομεν λέγοντας τοὺς ἁγίους ἀγγέλους, ὅτε Χριστὸς ἐγεννήθη· "∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία." Χριστὸς γάρ ἐστι "πάντων ἡ εἰρήνη," κατὰ τὰς Γραφὰς, ἐθελούσιον ὑπὲρ ἡμῶν ὑπομείνας κένωσιν. ∆ι' ἡμᾶς δὲ γεγονὼς ἐν τοῖς καθ' ἡμᾶς, καὶ ἡμετέρας φύσεως οὐκ ἀτιμάσας τὸ μέτρον· οὐδὲ τῆς τοῦ δούλου μορφῆς ἐρυθριά σας τὴν πτωχείαν, ἵνα καὶ ἡμεῖς διά τε τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ τοῦ ἁγίου βαπτίσματος, ἐν μεθ έξει γεγονότες τοῦ Πνεύματος, εἰς τὴν αὐτοῦ πολιτείαν καὶ ζωὴν ἀναμορφούμενοι, τὴν τοῦ ποιήσαντος ἡμᾶς ἀπαστράπτωμεν εἰκόνα. Ὅτι γὰρ ἡμᾶς ἡ ἀληθής τε καὶ ἀκαπήλευτος πίστις ἀναπλάττει τρόπον τινὰ, πρὸς Θεὸν, καὶ τῆς θείας φύσεως ταῖς ἡμετέραις ψυχαῖς διὰ τῆς ἐν Χριστῷ πολιτείας ὁ χαρακτὴρ ἐν σημαίνεται, μαθήσῃ, τοῦ Παύλου λέγοντος τοῖς εἰς νομικὴν παλινδρομήσασιν ἐντολὴν, μετὰ τὸ θεῖόν τε καὶ οὐράνιον βάπτισμα· "Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Μορ φοῦται γὰρ Χριστὸς ἐν ὑμῖν οὐχ ἑτέρως, εἰ μὴ διὰ πίστεως ἀνεγκλήτου, καὶ πολιτείας εὐαγγελικῆς· "Οὐ γὰρ ἐν παλαιότητι γράμματος, ἀλλ' ἐν καινό τητι πνεύματος" περιπατεῖν ἀναγκαῖον τοὺς, οἵ γε βαδίζειν ἰέντας πρὸς Θεόν. Ὅπερ ἂν, οἶμαι, καὶ ἐφ' ἡμῶν αὐτῶν ἐνεργηθείη καλῶς, ὅταν ἐφέσει τῇ εἰς ἅπαν ὁτιοῦν ἀγαθὸν, τὸν οἰκεῖον ὥσπερ νευρώ σαντες νοῦν ὡς ἁπάσης ἁγνείας ἡμῖν ἐσομένην μη τέρα, τὴν εὐαγεστάτην ταύτην νηστείαν παραδεξώ μεθα ὀλιγοσιτίαις μὲν σωφρόνως ἀρκούμενοι, καὶ ἀκαρυκεύτου περιεργίας ἐλευθέραν τῶν ἐδωδίμων τηροῦντες τὴν μέθεξιν, ἵνα καὶ τὸν τῆς διανοίας ἀπο λεπτύνωμεν ὀφθαλμόν. Πλὴν εὖ μάλα πρὸς τούτῳ κἀκεῖνο γινώσκοντες, ὡς οὐκ ἀπόχρη πρὸς ἁγιασμὸν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς σαρκὸς πόνος, οὐδ' ἂν ἐξαρκέσαι τισὶ πρὸς ἐπίδειξιν ἀρετῆς τῆς ἀσιτίας τὸ χρῆμα· μὴ οὐχὶ τῆς ἐν ἔργοις ἁγνείας, καὶ τῆς τοῦ βίου σεμνότητος συμπαρεζευγμένον τρόπον τινὰ, καὶ τῷ τῆς νηστείας συνθεουσῶν καυχήματι. Χρῆναι γὰρ οἶμαι, μᾶλλον δὲ εἶναί φημι τῶν ἀναγκαιοτάτων τὸ τελείως τε καὶ ὁλοτρόπως τῇ εἰς Χριστὸν ἀνακεῖσθαι λατρείᾳ· καὶ μὴ ἑτέρωσέ ποι παρεκκλίνοντας ἀμα θῶς, τῆς εὐθείας ἐξοίχεσθαι, καὶ τρίβον ἀφέντας τὴν εὐστιβῆ δι' ἧσπερ ἄν τις ἴοι πρὸς Θεὸν, τὴν ἀνάντη φέρεσθαι, καὶ πρὸς τὸ τῷ διαβόλῳ δοκοῦν ἀσυνέτως ἐκτελευτᾷν. "∆ύναται γὰρ οὐδεὶς, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, δυσὶ δουλεύειν κυρίοις· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει." Παραι τητέον οὖν ἄρα τὸν οὐκ ὄντα δεσπότην, φημὶ δὴ τὸν Σατανᾶν, ἵνα τὸν ὄντως καὶ ἀληθῶς ἀγαπῶμεν Κύ ριον. Τίς δ' ἂν γένοιτο παρ' ἡμῶν ὁ τῆς ἀγαπήσεως τρόπος, αὐτὸς δι' ἑαυτοῦ φωταγωγήσει, λέγων ὁ Κύ ριος· "Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρεῖ." Οἱ δὲ τῆς τοῦ Σωτῆρος ἐντολῆς γνήσιοι φύλακες, ἀνεξή 77.613 τητον ἔχουσι τὴν εὐσέβειαν· καὶ τῆς τοῦ διαβόλου πλεονεξίας οὐκ ἀνεχόμενοι, τὸν τῆς ἁμαρτίας ἀπο σείονται ζυγὸν, καὶ πρὸς ἐλευθέραν βλέπουσιν ἕξιν· καταθλοῦντες μὲν ἅπασαν ἔκτοπόν τε καὶ μυσαρὰ ἡδονήν· τὰς δὲ τῆς σαρκὸς ἐπιθυμίας τοῖς ἐξ ἀσκή σεως νεκροῦντες πόνοις. Καὶ αὐτοῦ δὲ τοῦτο βοῶντος ἀκούσῃ τοῦ Παύλου· "Οἱ γὰρ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις." Οὐκοῦν, ἐρῶ γάρ τι πάλιν παρὰ τοῦ Παύλου λαβὼν, "Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχειοῦμεν, νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τουτέστι πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν· παριστάντες δὲ μᾶλλον ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας," κατὰ τὸ γεγραμμένον, καὶ θυσίαν ὥσπερ τινὰ πνευματικὴν οἰκείαν ἀνατι θέντες ζωὴν τῷ φιλαρέτῳ Θεῷ. Πόνων γὰρ τῶν ἀγα θῶν ὁ καρπὸς ἔσται πάντως εὐκλεής. Μὴ γὰρ δή τις οἰέσθω τῶν καθ' ἡμᾶς, ὡς ἀκονιτὶ μὲν κατορθώσει τὸ ἀγαθὸν, ἱδρῶτος δὲ οὐδενὸς εἰς πεῖραν ἐλθὼν, τῆς ἁμαρτίας κατακαυχήσεται. ∆εινὸς γὰρ ἀντιπράττειν ὁ Σατανᾶς, καὶ τοῖς ἐξ ἀπάτης διακωλύμασι παρα ποδίζειν ἱκανὸς τῶν ὀρθῶς τε καὶ ἀνεγκλήτως βιοῦν ἑλομένων τὴν διάνοιαν, καὶ τοὺς ἤδη βλέποντας εἰς κατόρθωσιν ἀρετῆς παραλύσαι πόνους. Παραληψό μεθα δὲ πρὸς ἀπόδειξιν τῶν εἰρημένων, σαφῆ τε καὶ ἀναμφίλογον, τὰ ἐν τῇ Ἐξόδῳ, βιβλίον δὲ τοῦτο Μω σαϊκὸν, δεδραμένα τε καὶ γεγραμμένα. Εἰκόνας γὰρ ὥσπερ καὶ τύπους ἐναργεστάτους τῶν ἀφανεστέρων τὰ ἐμφανῆ καθίστη Θεὸς, καὶ ὅσαπερ ἄν τις τοῖς ἀρχαιοτέροις κατίδοι συμβεβηκότα, ταῦτα τῶν ἐν παραβύστῳ καὶ νοητῶν εἰς ἀπόδειξιν ἑαυτῷ πα ραθεὶς, οὐκ ἂν ἁμάρτῃ τοῦ πρέποντος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς περὶ τούτων ἡμῖν συμφέρεται λόγοις, ὡδί πως ἀνακεκραγὼς, καὶ λέγων περὶ τῶν ἀρχαιοτέρων· "Ὅτι δὲ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν." Ἔστι τοίνυν ἐξ ἀρχαίας ἱστορίας καθάπερ ἐν πίνακι λε πτῶς ἰδεῖν διαγεγραμμένον, τήν τε τοῦ διαβόλου πλεονεξίαν, ἣν ἐποιήσατο καθ' ἡμῶν ὁ πάντα τολμῶν εὐκόλως, καὶ ὅτι τοῖς εἰς ἐλευθέραν ἰοῦσιν ἕξιν τε καὶ προθυμίαν, δριμὺς ὑπαντᾷ τοὺς τῆς ἁμαρτίας ὅρους ἐκτρέχειν οὐκ ἐῶν· ἐμφιλοχωρεῖν δὲ μᾶλλον ἐπαναγκάζων αὐτῇ, καὶ οὐχ ὁλόκληρον ἐπιτελεῖσθαι κελεύων τὴν εἰς Θεὸν εὐλάβειαν· καὶ ἄρα τις ἕληται φρονεῖν ὀρθῶς. Τίς οὖν ἄρα τῆς ἱστορίας ὁ λόγος, καιρὸς, ὡς ἔοικεν, εἰπεῖν. βʹ. Λελῄστευταί ποτε τὴν τῆς ἀρχαίας ἐλευθερίας τιμήν τε καὶ δόξαν ὁ Ἰσραήλ· ὁ γάρ τοι τῶν Αἰγυ πτίων ὠμότατος τύραννος, σκληρὸν μὲν αὐτοῖς τῆς δουλείας ἐπετίθει τὸν ζυγὸν, οὐκ ἀνεὶς δὲ τῶν ἔργων, πηλῷ καὶ πλινθείᾳ τοὺς Ἰουδαίους κατῃκίζετο. Ἀλλ' ὡς ἠλέει Θεὸς, τεθρυμμένους τε ἤδη καὶ τῇ τοῦ κρατοῦντος ἀπανθρωπίᾳ δαπανωμένους ὁρῶν, καὶ πρὸς τὴν ἄνωθεν αὐτοὺς, καὶ ἀρχαιοτάτην ἐλευθερίαν 77.616 ἀνακομίζειν ἐσκέπτετο, Μωσῇ τῷ πανσόφῳ λέγειν ἐκέ λευεν, ὡς αὐτὸν οἰχομένῳ τῶν Αἰγυπτίων τὸν τύραννον· "Τάδε λέγει Κύριος ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι δουλεύσωσιν ἐν τῇ ἐρή μῳ." ∆ιατί μὴ μᾶλλον ἐν Αἰγύπτῳ λατρεύειν ἐκέλευε; τί δὲ πρὸς ἐρήμους ἐκάλει τόπους; Ἆρα οὐκ ἀκό λουθον συνιδεῖν, ὅτι τοὺς οἵ γε λατρεύειν τῷ πάντων κρατοῦντι Θεῷ ἔμελλον, πρῶτον μὲν ᾤετο δεῖν τὸν τῆς ἑτέρων δουλείας ἀποπέμπεσθαι ζυγὸν, πρὸς ἀποθέσθαι δὲ ὥσπερ τὸ τοῖς διαβολικοῖς προστάγ μασιν ὡς ἐξ ἀνάγκης ὑπηρετεῖν, ἀποπαύσασθαι δὲ καὶ πηλοῦ καὶ πλινθείας· ὅ ἐστι πάλιν ἀποσχέσθαι τε καὶ καταλῆξαι λοιπὸν τῆς τῶ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.