Logos 5 rem close
Rem CLOSEOUT: Logos 5 CLOSEOUT.
Greek
ντας τὸν νοῦν, ἀναισθήτῳ δὲ ὥσπερ καρδίᾳ βεβαρυμένους. Εἰ δέ τις ἀκριβῶς περιαθρήσαι τοὺς ἐξ ἐθνῶν, τοιού τους ὄντας καὶ οὐχ ἑτέρους εὑρήσει, οἳ καὶ ἠγέρθη σαν διὰ τῆς πίστεως, καὶ εἰς τέκνα γεγόνασι τῷ Ἀβραάμ· καὶ συγκληρονόμοι τοῦ Ἰσαὰκ ἀνεδείχθησαν, καὶ μέτοχοι τῆς ἐπ' αὐτῷ γεγόνασιν εὐλογίας. Καὶ τούτου μάρτυς ὁ Παῦλος παρέσται βοῶν· "Προ ειδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ." Ὅτι μὲν τοίνυν εἰς αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὁ ἐξ Ἀβραὰμ γεγονὼς Ἰσαὰκ σχηματίζεται, πανταχόθεν ἄν τις ἀποδείξαι, καὶ μάλα ῥᾳδίως. Ἀναπεί θειν δὲ οἶμαι, καὶ τὸν σφόδρα δυσμαθέστατον, ἐξ ὧν ὁ μακάριος Παῦλος Γαλάταις ἐπιστέλλων βοᾷ· "Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσε ται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν. Οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός· Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός." Ὅτι δὲ πάλιν ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις συμπεπέραται, καὶ οὐκ ἐξ ἀνάγκης ἐπὶ τὸ κατὰ σάρκα γένος τὴν ἐπαγγελίαν μετοίσομεν τὴν χάριν ἐκβιαζόμενοι, αὐτὸς ἡμᾶς πληροφορήσει λέγων ὁ Παῦλος· "Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτί σθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι Ἰουδαῖος, οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄῤ ῥεν καὶ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε Ἱησοῦ Χριστοῦ. Ἄρα τοῦ Ἀβραάμ ἐστε, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι." Ἐξαρκέσειν μὲν οὖν τῶν εἰρη μένων τὸ πλῆθος ὑπολαμβάνω πρὸς ἀπόδειξιν τοῦ προτεθέντος τῷ λόγῳ σκοποῦ. Εἰ δέ σοι δοκῶ μικρὰ μὲν εἰπεῖν, ὦ Ἰουδαῖε, καὶ λόγου μὲν οὐδενὸς ἀξιώ 77.489 σεις τὸ φρονεῖν ὀρθῶς, συνθήσῃ δὲ πάλιν ἡμῖν οὐδα μῶς, ὅτι δεῖ ταῦτα τοῦτον ἔχειν τὸν τρόπον, οὐκ ἐμὸν, ὦ οὗτος, ἀλλὰ τῆς σῆς ἀπειθείας τὸ ἔγκλημα. Οἷς μὲν γὰρ τὰ κράτιστα λέγειν ἐσπούδασται, τούτοις δὴ πάντως τὸ μὴ δύνασθαι πείθειν τοὺς ἀκροωμένους, οὐδὲν ἂν, οἶμαι, προσοίσῃ τὸ ἔγκλημα. Ὃ γὰρ ἦν ἐν αὐτοῖς, τοῦτο δὴ καὶ μάλα προθύμως ἐργασάμενοι, πάσης ἂν εἶεν εἰκότως αἰτίας ἐλεύθεροι. Τοῖς δὲ τῶν βελτίστων ἀκροωμένοις, αὐτὸ δὴ καὶ μόνον τὸ μὴ βούλεσθαι συναινεῖν, οἷς ἄν τις εὖ λέγοι, τὸν αἴσχιστον ἐπιμαρτυρήσει τρόπον· ὥσπερ οὖν ἀμέλει καὶ εἴ τις παρά του δάνεισμα λαβὼν, ἀχάριστός τε ὁμοῦ καὶ ἀγνώμων εὑρεθεὶς, οὐ τὸν δεδανεικότα πονηρὸν, ἀλλ' ἑαυτὸν ἐπιδείξει. Ἐπειδὴ δὲ πρὸς τὰς τῶν ἰατρῶν ἐμπειρίας ἀποβλέπων, συναισθάνομαί πως, ὅτι σοφὸν μὲν αὐτοῖς τῆς τέχνης τὸ ἐπιτήδευμα· τὰ δὲ ἐπὶ τοῖς νενοσηκόσιν εὑρήματα οὐκ ἔξω βαί νει λογισμοῦ τοῦ σώφρονος, φέρε δὴ τὸν ἴσον ἐκεί νοις ζηλώσαντες τρόπον, τοῖς αὐτοῖς, ἵν' οὕτως εἴπω, φαρμάκοις τὸν δυσμαθῆ θεραπεύωμεν. Ἰουδαῖον. Ἰατροὶ μὲν γὰρ τὴν τοῦ πεσόντος εἰς ἀῤῥωστίαν ἀναῤῥωννύντες δίαιταν, ἂν ἴδωσί πως τῷ πάθει σε συλημένον τοὺς ἐπὶ τῇ τραπέζῃ πόθους, ποικίλων ἐδεσμάτων παραστήσαντες ὄχλον, πανταχόθεν αὐτῷ τὸ ἀρκοῦν ἐρανίζεσθαι, σφόδρα γε ποιοῦντες καλῶς, ἐπιτάττουσιν. Ἡμεῖς δὲ πάλιν, οἷς τὰ ἐκείνων μι μεῖσθαι σκοπὸς, πρὸς οἷς ἤδη φθάσαντες εἴπομεν, ἑτέρων αὖθις θεωρημάτων ἁπτώμεθα· καλείσθω πανταχόθεν εἰς εὐπείθειαν ὁ πολλὴν ἀπόνοιαν νοσή σας Ἰουδαῖος. Ὁράτω πάλιν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν Ἰσαὰκ καὶ πάλαι σχηματιζόμενον. ϛʹ. Οὐκοῦν (ἅψομαι γὰρ ἤδη τῶν περὶ τούτου λό γων), εἰσίτω πάλιν ὁ πανεύφημος Ἀβραὰμ, πρὸς ὃν ἔφησέ που Θεός· "Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωμα ἐφ' ἓν τῶν ὀρέων ὧν ἐάν σοι εἴπω." Καὶ παράδο ξον μὲν ἵσως φανεῖταί τισι καὶ σκληρὸν εἰκότως τὸ πρόσταγμα. Εἰ γὰρ καὶ μόνος ἦν καὶ ἀγαπητὸς, καὶ ὀψίγονος, ὁ μόλις αὐτῷ καὶ ἐν γήρᾳ δοθεὶς υἱὸς, πῶς ὅτι χρὴ θύειν αὐτὸν συμβουλεύει Θεός; Παιδο κτονεῖν δὲ, εἰπέ μοι, τὸν δίκαιον, πῶς ἦν οὐ πάσης ἀτοπίας ἀνάμεστον; Τίς δὲ οὕτω σκληρὸς, καὶ τῇ πρεπούσῃ θηρίοις ὠμότητι σύντροφος, ὡς ἐξοπλίσαι μὲν τέκνῳ τὴν δεξιὰν, χρήσασθαι δὲ, ὥσπερ τινὶ τῶν πολεμίων, τῷ οἰκείῳ γεννήματι; Τί δὴ οὖν ἄρα καὶ διὰ τῆς τοιαύτης ἐντολῆς ὁ πατριάρχης ἐδιδά σκετο, λοιπὸν ἐπάναγκες ὡς ἔνι μάλιστα δὴ εἰπεῖν. Ἔστι γὰρ δήπου παντί τῳ συμφανὲς, ὅτι ταῖς σιω παῖς τὴν ἐπὶ τῷ διηγγελμένῳ καταχωννύντες οἰκο νομίαν, ἀπανθρωπίαν ὥσπερ τῆς ἡμερωτάτης κατα ψηφιούμεθα φύσεως. Οὐκοῦν ἐπειδήπερ οὐχ ἑτέρως 77.492 ἦν τὴν ἐπὶ τῷ Ἰσαὰκ δοθεῖσαν ὑπόσχεσιν ἀποπλη ροῦσθαι παρὰ Θεοῦ, εἰ μὴ διὰ τοῦ σταυροῦ τοῦ Χριστοῦ πέμποντος τὴν εὐλογίαν ἐπὶ πάντα τὰ ἔθνη, ἀναγκαίως θελήσας ἐπιδεῖξαι Θεὸς, ὅσην αὐτῷ καὶ πηλίκην ἀπονέμει τὴν χάριν, ὑπὲρ τῆς τοῦ σπέρμα τος αὐτοῦ σωτηρίας, θανάτῳ παραδιδοὺς τὸν ἴδιον υἱὸν, φησὶ πρὸς αὐτὸν, καὶ λίαν ἐμφαντικώτατα· "Λα βὲ τὸν υἱόν σου·" ἀναζωπυρῶν δὲ ὥσπερ ἐν αὐτῷ τὴν τῷ φύσαντι πρέπουσαν ἐφ' ἑνὶ καὶ μόνῳ τέκνῳ φιλο στοργίαν, ἐπιλέγει μετὰ προσθήκης καὶ ἀναδιπλα σιασμοῦ· "Τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαάκ· καὶ ἀνένεγκε αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω·" μονονουχὶ τοῦτο λέγων· Ἵνα δὴ μάθοις παθὼν, ὥσπερ ὕστερον ὑπομένει καὶ ὁ πάντων Πατὴρ ἀναφέρων εἰς τὴν ὑπερκόσμιον οὐσίαν ὃν ἠγάπησεν Υἱόν. Ἐφ' ᾧ δὴ καὶ λίαν ὑπερθαυμάζων αὐτὸς ὁ Σωτὴρ ἐπεση μήνατό που λέγων· "Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέ δωκεν· ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Ἐπιτάττοντι τοίνυν τὰ τοιαῦτα τῷ Θεῷ, ἀμε[λ]λητὶ μὲν ὁ πατριάρχης ἐπεί θετο, κρείττονα δὲ τῆς εἰς τὸν παῖδα φιλοστοργίας τὴν θείαν ἐντολὴν ποιησάμενος, "Ἀναστὰς τῷ πρωῒ, καθὼς γέγραπται, ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ παρ έλαβε μεθ' αὑτοῦ δύο παῖδας, καὶ Ἰσαὰκ τὸν υἱὸν αὐ τοῦ. Καὶ σχίσας ξύλα[ς] εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Καὶ ἀναβλέψας Ἀβραὰμ εἶδε τοῖς ὀφθαλμοῖς αὐτοῦ τὸν τόπον μακρόθεν, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδίον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἔλαβε δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Πορευθέντες δὲ ἀμφότεροι, ἦλθον εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ Θεός· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων, καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβὼν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. Καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου, καὶ εἶπεν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲεἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Μὴ ἐπιβαλοῦ τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ οὐδέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σὺ, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε· καὶ ἰδοὺ κριός τις κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἀβραὰμ, καὶ ἔλαβε τὸν κριὸν, καὶ ἀνήνεγ κεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ." ζʹ. Ὧδε μὲν οὖν τὸ λόγιον ἔχει τῆς θείας Γραφῆς, ὅλον δι' ὅλου τὸ περὶ τοῦ Σωτῆρος ἐξεικονίζον μυ 77.493 στήριον. Ἡμᾶς δὲ ἀνάγκη τοῖς ἐν τύπῳ γεγενημέ νοις τῆς ἀληθείας ἐφαρμόσαι τὸ κάλλος, καὶ τῶν εἰρημένων ἕκαστα διαπτύξαι σαφῶς. Οὕτω γὰρ τοῖς ἀκροωμένοις εὐσύνοπτον τὸ βαθὺ τῆς εὐσεβείας μυ στήριον. Παραλαμβάνει τοιγαροῦν τὸ παιδάριον ὁ τρισμακάριος Ἀβραὰμ, καὶ εἰς τὸν τόπον ἐπείγεται τὸν παρὰ Θεοῦ δεδειγμένον αὐτῷ. Ἔρχεται δὲ μόλις ἐν αὐτῷ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀκολουθεῖν ἐπιτάξας καὶ οἰκέταις δυσί. Τὸ μὲν οὖν διὰ τοῦ πατρὸς ἀνα φέρεσθαι τὸ παιδάριον ἐπὶ τὴν θυσίαν, σημαίνει διὰ συμβόλου καὶ σχήματος, ὡς οὐκ ἀνθρωπεία δύ ναμις οὐδὲ ἡ τῶν ἐπιβουλευόντων πλεονεξία τὸν Κύ ριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἀνήγαγεν ἐπὶ τὸν σταυρὸν, ἀλλ' ἡ τοῦ Πατρὸς, ἵν' οὕτως εἴπω, βού λησις, τὸν ὑπὲρ πάντων θάνατον ὑπομένειν αὐτὸν οἰκονομικῶς συγχωρήσασα. Τοῦτο καὶ ὁ Σωτὴρ, ποτὲ μὲν Πιλάτῳ προσδιαλεγόμενος ἔφασκεν· "Οὐκ εἶχες οὐδεμίαν ἐξουσίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν σοι δε δομένον ἄνωθεν·" ποτὲ δὲ πάλιν πρὸς αὐτὸν ἐν οὐ ρανοῖς Πατέρα τοὺς λόγους ποιούμενος ἔφασκε· "Πά τερ, εἰ δυνατὸν, ἀπελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ." Οὐκ ἀντιλέ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.