Festal Letters Logos 6 opening
Logos 6.
Paschal Logos 6: festal exhortation; theoria of the passion and resurrection.
Greek
ΛΟΓΟΣ ϛʹ. αʹ. Τῆς μὲν ἁγίας ἡμῶν ἀναλαμπούσης ἑορτῆς, καὶ τὸν εὐκλεᾶ τῆς καρτερίας προτιθείσης ἀγῶνα τοῖς ἐπ' ἀγαθοῖς εὐδοκιμεῖν εἰωθόσιν, ἀκόλουθον οἶμαι σύμπαντας ἐπὶ τὸ πνευματικὸν συναγείρεσθαι θέατρον, "∆εῦτε δὴ, λέγοντας, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ," ἵνα δὴ καὶ πάναγνον ἐν αὐτῷ συστησάμενοι θίασον, καὶ διὰ τῆς κατὰ Πνεῦμα πρὸς ἀλλήλους ἑνότητος καθάπερ εἰς μίαν συναρμοσθέντες λύραν, τὸν αὐτῶν χοροστάτην ἀναμέλπωμεν, λέγοντες· "Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως." Ὄκνου γὰρ καὶ μελλήσεως τῆς ἐπὶ τοῖς ἀμείνοσι δικαίαν τις ὑπομείναι γραφὴν, διὰ τὸ μὴ δύνασθαι, καθάπερ ἐν ὀφλήματος τάξει, κατα θέσθαι τῷ Σωτῆρι τὰ χαριστήρια, ἀναριθμήτων μὲν ἀγαθῶν πληθύϊ τὴν ἀνθρώπου φύσιν κατακοσμήσαντι, ὅλην δὲ ἀφάτῳ δυνάμει πρὸς τὴν ἀρχαίαν ἐκείνην μεταμορφώσαντι δόξαν· καὶ τὸ μὲν ἐκ τῆς ἁμαρ τίας ἀκαλλέστατον ἀφανίσαντι σχῆμα· πρὸς δὲ τὴν ἀρχέτυπον εἰκόνα, καὶ πρὸς τῆς οἰκείας φύσεως ἀναστοιχειοῦντι χαρακτῆρας, τοὺς ὅσοιπερ ἂν αὐτὸν ἐπιγινώσκοντες λέγωσι, κατὰ τὸν σοφώτατον ἐκεῖνον μαθητήν· "Ὁ Κύριός μου καὶ ὁ Θεός μου." Πρὸς μὲν οὖν τὸν μακάριον ἐκεῖνον προφήτην Ἡσαΐαν ἐνηχεῖτο διὰ τοῦ Πνεύματος· "Ἀναβόησον ἐν ἰσχύϊ, μὴ φείσῃ· ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου." Ἐπειδὴ δὲ καὶ ἡμῖν ὁ τῆς ἱερατείας θεσμὸς, καὶ πάτριος ἄνωθεν κλῆρος, ἕκ τε χρόνων μακρῶν ἕλ κουσα συνήθεια[ν], ὅτι δὴ καὶ μάλα προθύμως τοῦτο παρ' ἡμῶν εἰσπράττεσθαι χρὴ, δίδωσιν ἐννοεῖν, φέρε, σάλπιγγος εὐηχέστερον καὶ διὰ τούτου πάλιν ἀναφθεγξώμεθα τοῦ κηρύγματος, ὅτι, κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον, "Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ." Ἀλλ' ὅτι μὲν τοῦ ποιῆσαι τῷ Κυρίῳ πάρεστιν ὁ καιρὸς, ἀντερεῖ μὲν ἴσως οὐδείς. Τί δὲ ποιῆ σαι προσήκει, δικαίως ἂν ἔροιτό τις ἡμᾶς τῶν φι λομαθεστέρων. Ἐγὼ δὲ λίαν ὑπερθαυμάσας τὸν ἐκπυθόμενον, καὶ διερωτᾷν ὅτι χρὴ περὶ τούτων οἰη θέντα, καλῶς τοῖς τῶν ἁγίων προφητῶν χρήσομαι λόγοις. Ἀκουέτω τοίνυν Ἡσαΐου φάσκοντος· "Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχό μενοι." Ἐπειδὴ δέ πως οὐ λίαν ἐστὶν ἐκφανὲς, ὡς ἄν τις εἰκάσαι, τὸ εἰρημένον φέρε τοῖς ἀποσμήχειν εἰωθόσι τὰ ἐκ παλαιότητος χρόνου νῦν κεκρυμμένα μελετῶντες τὰ παραπλήσια, ἐπισημοτέραν τῶν λε γομένων τὴν διάνοιαν καταστήσωμεν. βʹ. Ἐμπέφυκε τοίνυν τοῖς τῆς σαρκὸς ἡμῶν μέ 77.501 λεσι φυσικός τις καὶ ὁμογενὴς, ἵν' οὕτως εἴπω, νό μος, ἐξοπλίζων ἡμᾶς τῷ πεποιηκότι Θεῷ, καὶ τὸ οἰκεῖον φρόνημα ταῖς τοῦ Πνεύματος ἐπιθυμίαις ἀντιτιθείς. Λογισμοὶ δὲ ἡμῖν ἐντεῦθεν, καὶ ἀτάκτων ἐπιθυμιῶν οὐκ εὐαρίθμητος ἐσμὸς, ταῖς εἰς τὸ ἄμει νον ἑλκούσαις ῥοπαῖς ἀντεγειρόμενος, καὶ ὥσπερ ἂν εἴ τινα πολεμίων πληθὺν ταῖς εἰς τὸ συμφέρον ὁρ μαῖς ἑαυτὸν ἀντιτάττων. Τὸν οὕτως αὐθάδη καὶ ἐν ἡμῖν τυραννήσαντα τῆς σαρκὸς νόμον, καὶ ὁ μακά ριος Παῦλος φανερόν που καθίστησι βοῶν· "Συνήδο μαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου." Ἕως ἂν οὖν ἐν ἡμῖν ὁ τοιοῦτος ἰσχύῃ νόμος, καὶ τῶν τοῦ Πνεύματος ἐπιθυμιῶν καταθρασύνηται, ἀντεξάγῃ δὲ τὸ οἰκεῖον θέλημα, καὶ δὴ καὶ πράττειν ἡμᾶς τὸ αὐτῷ δοκοῦν ἐκβιάζηται, πολεμιωτάτους ἀπεργάζεται τῷ Θεῷ, καὶ τὴν εἰρήνην ἐξείργει δεξιῶν, διατειχίζει δὲ τῆς τοῦ πεποιηκότος φιλανθρωπίας, τοὺς ἐν οἷς ἂν φαίνοιτο κρατῶν. Ἀτονήσας δὲ, καὶ τῷ πρὸς εὐσέβειαν τόνῳ πλεονεκτούμενος, καὶ τοῖς ἡττωμένοις ἐν παρατάξει προσεοικὼς, ῥίψασπίς τε ὁμοῦ καὶ φυγὰς ἀναδεικνύ μενος τοῖς ὀρθῶς καὶ κατὰ νόμον τὸν θεῖον ἑλομένοις βιοῦν, τῆς πρὸς Θεὸν φιλίας τὴν ὁδὸν ἱππήλατον ἀπεργάζεται. Εἶτα λελυμένης ἐντεῦθεν τῆς τῶν με σολαβούντων ἀφορμῆς, συνθησόμεθα λοιπὸν οἷς ἂν ἡμῖν ἐπιτάττῃ τὸ Πνεῦμα· καὶ τὸ ἀντιδοτοῦν οὐκ ἔχοντες, ὅτι σωζόμενον "τὴν πρὸς Θεὸν εἰρήνην" ἀγαπᾷν οἰησόμεθα δεῖν οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως ἐπὶ σωτηρίαν ἐρχόμενοι. "Νεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυ μίαν κακὴν, καὶ προσεπιτούτοις τὴν πλεονεξίαν." Τεθνάτω ταῖς εἰς τὸ ἀγαθὸν ἐπιθυμίαις, ὥσπερ ὀξεῖ σιδήρῳ βαλλόμενος ὁ τῆς σαρκὸς νόμος. Πιπτέτω τὸ ἐν ἡμῖν γεῶδές τε καὶ ἀκάθαρτον φρόνημα. Κα τακρατείτω δὲ ὁ τοῦ Θεοῦ νόμος· διωκέτω δὲ μᾶλλον, ἢ φαινέσθω φυγάς. Ἀριστεύων μὲν γὰρ, καὶ τῆς τοῦ πολεμοῦντος ἰσχύος ὅτε κρείττων εὑρίσκεται, ῥιζοῖ μὲν ἅπασαν ἡμῖν ἀρετήν· φιλαιτάτους δὲ τῷ ∆εσπότῃ τοὺς πάλαι
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.