Logos 5 rem mid
Rem mid: Logos 5; lemma continues; spiritual reading with the letter.
Greek
ἀποδιδράσκω. Εἶτα πάλιν ὁ ἄγγελος πρὸς αὐτήν· Ὑποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖ ρας αὐτῆς." Ἡ μὲν οὖν ἱστορία μακροτέρων ἐδεῖτο διηγημάτων, ὅμως δ' οὖν ἐν τούτοις ἡμῖν συμπεπέ ρασται. Λείπει δὲ λοιπὸν ἐντεῦθεν ἡμᾶς τὴν εἰκόνα τοῦ Σωτῆρος ἡμῶν ἐπιδεικνύειν. Αὐτοῦ γὰρ δὴ τού του χάριν καὶ ὁ πλατὺς οὑτοσὶ πρὸς ἡμᾶς διϊππεύθη λόγος. Ὁ μὲν οὖν θεσπέσιος Παῦλος ἐν ὀλίγοις τὰ τῆς ἱστορίας συντεμὼν, καὶ μακρῶν διηγημάτων κατάλογον εἰς ἓν συναγείρας θεώρημα, τὸ τοῦ πράγ ματος ἀκαλλὲς πρὸς χαριεστάτην πραγμάτων μετ εποίησεν εἰκόνα. Ἐπιστέλλει γὰρ οὕτω τισί· "Τὸν νόμον οὐ καταγινώσκετε. Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας ἐξ ἐπαγγελίας. Αἵτινες ἔτι ἀλληγορούμεναι. Αὗται γάρ εἰσι δύο ∆ιαθῆκαι. Μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ δὲ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ· δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν." Ἐγὼ δὲ, ἀγαπητοὶ, καίτοι σφόδρα θαυμάζειν ἔχων, καὶ μάλα εἰκότως, τῆς ἀλληγορίας τὴν δύνα μιν, χρῆναι δεῖν ὑπολαμβάνω, πλατείας οὔσης τῆς θείας Γραφῆς, καὶ ἑτέρας τοῖς ὀρθῶς εἰρημένοις προσευρίσκειν ἐννοίας· οὐχ ὡς ἔχων τι κάλλιον εἰπεῖν (μὴ γὰρ εἰς τοῦτο μανίας γένοιτο πεσεῖν, ὡς οἴεσθαί τι μεῖζον ἢ ἄμεινον δύνασθαι νοεῖν, ὧν ὁ τῆς ἀληθείας κῆρυξ ἐπεσημήνατο), ἐπειδὴ δὲ τὸ γυμνάζεσθαι κωλύον οὐδὲν, φέρε δὴ καὶ φυσικωτέρας τοῖς θεωρήμασιν ἐπεισκυλοῦντες ἐννοίας, καὶ ὥσπερ τισὶ πολυειδέσι χρώμασι τὴν εἰκόνα καταποικίλ λοντες, διὰ τῶν αὐτῶν χαρακτήρων ἐπὶ τὸ ἴσον σχῆ μα τῆς ἀλληγορίας ἐξηλλαγμένως ἐρχώμεθα. δʹ. ∆έχου μοι τοίνυν τὸν Ἀβραὰμ, εἰς τὸν ἀρχαῖον αἰῶνα καὶ, ἵν' οὕτως εἴπω, τὸν γέροντα χρόνον, τὴν τῆς ἀνθρωπότητος φύσιν· διὰ μὲν τοῦ θήλεος 77.484 τὸ γόνιμον ὑπεμφαίνουσαν, διὰ δὲ τοῦ γήρως τὴν ἀρχαιότητα. Ἀρχαιοτάτη γὰρ καὶ γονιμωτάτη τῶν ἀνθρώπων ἡ φύσις, μακρῷ μὲν αἰῶνι συζήσασα· καθάπερ δὲ εἰς ἕνα παστὸν ὑπὸ τόδε συγκεκλεισμέ νη τὸ στερέωμα. Αὕτη γὰρ ἡ ἐλευθέρα τῆς ἀνθρω πότητος φύσις, οὕτω γὰρ πεποίηται παρὰ Θεοῦ, τὸ πάντων ἄρχειν κληρώσασα, μονονουχὶ πρὸς χεῖρας ἐλαύνοντι τῷ χρόνῳ συντρέχουσα, καὶ τέκνον οὐκ ἔχουσα γνήσιόν τε καὶ θεόδοτον, ἀλλοτρίοις ὥσπερ καὶ νόθοις παισὶν ἐπηγάλλετο, τοῖς ἐκ τῆς Αἰγυ πτίας φημὶ, τουτέστι, τῆς σκοτιζομένης· Αἴγυπτος γὰρ σκοτασμὸς ἑρμηνεύεται. Τίνα δὲ εἶναι τὴν σκο τιζομένην λογιούμεθα; Ἢ πάντως τὴν ψευδώνυμον τοῦ κόσμου σοφίαν, ὑφ' ἧς ἐτίκτοντο μὲν, ἵν' οὕτως εἴπωμεν, οἱ πάλαι σοφοὶ, καθάπερ ἐκ λαγόνων τῆς ὠδινούσης αὐτοὺς τίκτοντες πλάνης, καὶ ἦσαν αἰῶ νος υἱοί· οὕτω γὰρ αὐτοὺς καὶ ὁ Σωτὴρ ἀπεκάλει· νόθοι δὲ ὅμως, καὶ εἰς οἰκετίαν τρεφόμενοι· ἐδούλευον γὰρ τοῖς μὴ φύσει θεοῖς. Ἐπειδὴ δὲ γεγηρακότι τῷ χρόνῳ, καὶ εἰς τέλος ἤδη καταθέοντι, δέδοται μὲν ὁ ἐξ ἐπαγγελίας Υἱὸς, ἡ δὲ ἐλευθέρα τῆς ἀνθρωπότη τος φύσις, ἡ τὸ ἐν πολλοῖς ἀργόν τε καὶ ἄχρηστον ἴσον ἔχουσα τῷ μηδενὶ, στεῖρά τε καὶ ἄπαις διὰ τοῦτο κεκλημένη, τὸ εὐγενὲς ἀπεκύησε βρέφος, τὸ ἐκ μυριάδων ἐκλελογισμένον φημί· ὤφθη δὲ λοιπὸν ὁ κληρονόμος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐκβάλ λεται δὲ ἡ παιδίσκη τοῖς τέκνοις ὁμοῦ. "Ποῦ γὰρ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Ἐμώρανε γὰρ ὁ Θεὸς τὰ σοφὰ τοῦ κόσμου," καθάπερ ὁ Παῦλός φησι. Κληρονομεῖ δὲ ὅμως ὁ ἐκ τῆς ἐλευθέρας. Φησί που πρὸς τὸν Υἱὸν ὁ ἐν οὐρα νοῖς Πατήρ· "Αἴτησαι γὰρ, φησὶ, παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατά σχεσίν σου τὰ πέρατα τῆς γῆς." Ἐκβεβλημένην δὲ τὴν παιδίσκην μετὰ τῶν ἰδίων τέκνων ἀπολέσθαι θεία τις οὐ συγκεχώρηκεν ἀγαθότης. Ἐπιστρέφει δὲ αὐτὴν, καὶ ὑπὸ τὰς χεῖρας τῆς ἐλευθέρας ταπεινοῦ σθαι κελεύει. "Ἐπίστρεφε γὰρ, φησὶ, πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς." Ἡ γὰρ ψευδώνυμος τοῦ κόσμου σοφία, ἡ πάλαι τῶν ἐλευθέρων καταγελῶσα γάμων, δουλεύει νῦν τῇ εὐ γενείᾳ τῶν τέκνων τοῦ Θεοῦ, διὰ τῆς τῶν λέξεων ἀρ τιωτάτης συνθήκης, τοῖς θείοις ὑπηρετοῦσα θεωρή μασι. Σημαίνει τοιγαροῦν ἕτερον οὐδὲν τοῦ ἐξ ἐπαγγε λίας Ἰσαὰκ ἡ γέννησις ἢ τὸν ἐπὶ συντελείᾳ τῶν αἰώνων γεννηθέντα Χριστόν. Χαλεπαινέτω δὲ μηδεὶς εἰ μὴ πάντα τῆς ἱστορίας τὰ μέρη εἰς ἀλήθειαν ἐφήρμο σται. Κατὰ γὰρ τῶν ἐνδεχομένων οἱ τῶν ἀλληγοριῶν εἰσβαίνουσι τρόποι. Ἐπεὶ καὶ προβάτῳ μὲν πολλά κις ὁ δίκαιος παρεικάζεται, διὰ τὴν ἐνοῦσαν τῷ ζώῳ πραότητα· κερασφορεῖν δὲ αὐτὸν ἢ καὶ ἄλλως χηλαῖς ἐπερείδεσθαι λέγειν, παντελῶς ἀπίθανον. Χωρητέον δὴ οὖν ἐπὶ τὴν τῶν προκειμένων ἀπόδει ξιν. Ἀναγκαῖον γὰρ οἶμαι φαίνεσθαι τὸν Χριστὸν ἐν τῇ κατὰ τὸν Ἰσαὰκ γενέσει, καθάπερ διὰ τύπου 77.485 μορφούμενον. Ἵνα δὲ μὴ δοκοίην περιττοῖς τισι καὶ περιέργοις ἀποκεχρῆσθαι λόγοις, καὶ πειρᾶσθαι μὲν πανταχόθεν σοφίζεσθαι τὴν ἀλήθειαν, ῥαψῳδεῖν δὲ ἄλλως καὶ νοημάτων εἰκαίων ἐξιτήλους ἀναπλάττειν εἰκόνας, φέρε δὴ, πάλιν ἡμεῖς καὶ ἀπ' αὐτῆς παρα στήσωμεν τῆς θείας Γραφῆς, ὡς ἀληθῆ μὲν λέγων εἴην ἐγώ. εʹ. Ἑτέρου δὲ χάριν οὐδενὸς πεποίηται Θεὸς τὴν πρὸς Ἀβραὰμ ὑπόσχεσιν, τὴν ἐπὶ τὸν Ἰσαὰκ γενομένην φημὶ, ἢ μόνης ἕνεκα τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἐφ' οὗ καὶ τὸ τῆς εὐλογίας συμπέρασμα τρέχει. Αὐτὸ δὲ ὑμῖν τὸ θεῖον λόγιον παραθήσω, διαγορεῦον ὧδε· "Εὐλογήσω δὲ αὐτὴν," περὶ τῆς Σάῤῥας φησὶν ὁ Θεὸς, "καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται." Καὶ πάλιν· "Στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν." Ἀλλ' ἔστι παντί που δῆλον, ὡς ἑνὸς μὲν γέγονε υἱοῦ [λεγ. ἔθνους] πατὴρ Ἰσαὰκ, καὶ μόνον ἐξ αὐτοῦ βεβλάστηκεν ὁ μακάριος Ἰακώβ· ᾧ δὴ παῖδες μὲν γεγόνασι τὸν ἀριθμὸν δέκα ἐπὶ δυσίν· ἓν δὲ καὶ μόνον ἐξ αὐτῶν ἀνεδόθη γένος, τὸ τῶν Ἰουδαίων δηλαδή. Πῶς οὖν πληρωθήσεται τὸ, "Ἔσται εἰς ἔθνη;" Εἰ γὰρ καὶ εἰς δώδεκα φυ λὰς κατατέμνεται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, ἀλλ' ἕν ἐστιν ἔθνος, ἐκ πολλῶν μὲν ὥσπερ μελῶν συγκείμε νον, εἰς ἓν δὲ διὰ πάντων ἀναπληρούμενον σῶμα. Ὅτι δὲ πάλιν οὐκ εἰς διαθήκην αἰώνιον ἔσται παρὰ Θεοῦ τοῖς ἐκ σπέρματος Ἰσαὰκ, ἡ διὰ Μωσέως ὁρι- σθεῖσα διαθήκη, γνωσόμεθα, τοῦ προφήτου λέγοντος Ἰωήλ· "Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος· καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν." Ὅπερ ἄριστα συνεὶς ὁ Παῦλός φησι· "Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ." –"∆ιὸ δὴ καὶ γέγονεν ἀθέτησις μὲν προ αγούσης ἑντολῆς," κατὰ τὴν αὐτοῦ πάλιν φωνὴν, "ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ." Πανταχόθεν τοιγαροῦν ἀποδεδειγμένου σα φῶς, ὅτι περ ὁ ἐξ Ἀβραὰμ, ἑνὸς ἔθνους γέγονε πατήρ· ἑτέρου δὲ πάλιν ἐπαναγκάζοντος λόγου δει κνύειν τὸ ἐπ' αὐτῷ γεγραμμένον ἀληθὲς (ἀδύνατον γὰρ ψεύσασθαι Θεὸν), ἀνάγκη λοιπὸν ἐπ' αὐτὸν ἤδη φέρειν Χριστὸν τῆς ἐπαγγελίας τὴν ἔκβασιν. Αὐτὸς γὰρ ἦν, καθάπερ ἤδη προεῖπον, ἐν ἐκείνῳ ζωγρα φούμενος. Αὐτὸς γέγονε πατὴρ πολλῶν ἐθνῶν, πάντας μὲν διὰ τῆς πίστεως ἕλκων ὡς ἑαυτὸν, ἐπὶ δὲ τῇ τῶν ἐθνῶν πληθύϊ καὶ μάλα γαννύμενος, καὶ λέγων· "Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου, ἃ ἔδωκεν ὁ Θεός." Καὶ ταῦτα μὲν περὶ τούτων ἡμεῖς. Εἰσίτω δὲ καὶ αὐτὸς τῆς ἀληθείας ὁ μάρτυς, ἐπαγωνιζέσθω τοῖς 77.488 εἰρημένοις ὁ σοφώτατος Παῦλος, βοάτω σὺν ἐμοί· "Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως, καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην." Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ. Οὐκοῦν βαδιεῖται τῆς ἐπαγγελίας ἡ δύναμις, οὐ πάντως εἰς τοὺς κατὰ σάρκα γεγονότας υἱοὺς, ἀλλ' ἐπ' ἐκείνους δηλαδὴ, ὅσοιπερ ἂν διὰ τῆς εἰς Χριστὸν πίστεως ἐπιγράψων ται πατέρα τὸν Ἀβραάμ. Τοῦτο γὰρ δή μοι καὶ διαῤῥήδην φαίνεται λέγων ὁ μακάριος Βαπτιστὴς τοῖς ἐξ Ἰσραὴλ γεγονόσιν, ὅτε δὴ καὶ ἐπὶ μόνῃ τῇ κατὰ σάρκα κοινωνίᾳ μεγαλαυχούμενοι, ἀρχέτην τοῦ γένους προετείνοντο τὸν Ἀβραάμ· "Ποιήσατε οὖν, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. ∆ύναται γὰρ ἐκ τῶν λίθων τούτων ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ." Καὶ λίθους ἐνθάδε φησὶ τοὺς ἀπεσκληκότα μὲν ἔτι φρονοῦ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.