Hardening and Pharaoh (Philoc. 25)
On God hardened Pharaoh’s heart: the wording is weighed so that God is not made unjust, nor Pharaoh a puppet without guilt.
Greek
1. Τρίτον ἔστιν ἵειν τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ καὶ ἐν τῇ πρὸς Παλάτας ὀ ἀπόστολος περὶ ἑαυτοῦ Ga i 15 f. τοιαῦτά φησιν· Ὀτε δὲ εὐδόκησεν ὁ θεὸς, ὀ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύφαι τὸν υἱὸν αὑτοῦ ἐν ἐμοί. ἐπιλαμβάνονται δὲ τῶν τοιούτων λέξεων οἱ μὴ συνιέντες τόν ἐκ προγνώσεως θεοῦ προωρισμένον σἴτιον τυγχάνοντα τοῦ γίνεσθαι τὰ προγινωσκόμενα· καὶ οἶουται διά τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους. τινὲς δὲ καὶ τὸ ἐφʼ τμῖν ἐκ τῶν τοιούτων ἀναιροῦσι ῥητῶν, συγχρώμενοι καὶ τῷ Ἀπηλλοτριόθησαν οἱ ἁμαρτωλοὶ ἀπό μήτρας· ἐν φαλμοῖς εἰρημένῳ. πρός μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντήσαι, ἐρωτῶντας περὶ τῆς ἐξῆς λέξεως· γέραπται γάρ· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν φευδῆ· θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. καὶ πευσόμεθά γε τῶν ώς σαφεῖ τῇ λέξει ἐπιβαινόντων, εἰ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἄμα τῷ ἐξ…
About this text
Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).
English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.
Witnesses
- Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.