Philocalia · §24

Matter of good and evil (Philoc. 24)

Good and evil are treated in the sphere of choice and habit, not as two unbegotten substances.

Greek

1. Ὅτι μὲν ὑπάρχειν ἀδύνατον ἀγένητα δύο ἄμα, οὐδὲ σὲ ἀγνοεῖν νομίζω· εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβών τοῦτο προτεθεικέναι τῷ λόγῳ· τῷ πάντως ἐξ ἀνάγκης τὸ τερον δεῖν λέγειν, ὅτι κεχώρισται τῆς ὕλης ὁ θεός, ἤ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτόν εἰπεῖν ἐθέλοι, ἕν τὸ ἀγένητον λέξει· ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ἀλλʼ ἔν ἐκ διαφόρων συνεστός· οὐδὲ γάρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέρη κατακερματίζομεν εἰς πολλὰ γενητά· ἀλλʼ εἰ, ὡς ὁ λόγος ἀπαιτεῖ, ἔν τι γενητόν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν· οὕτως ἀνάγκη, εἰ μὲν μή κχώρισται τῆς ὑλης ὁ θεὸς, ἕν τὸ ἀγένητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων· ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν· ἀδύνατον γάρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθʼ ὅ ἠ διάστασις ἑκατέρου γίνετα…

About this text

Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).

English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.

Witnesses

  • Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.