NT Catena / Scholia Fragments · §john-catena-2

John catena: witnesses and the Baptist’s voice

Further early fragments keep John’s witness in view: a voice in the wilderness preparing the way, not the Light himself but sent to bear witness about the Light.

Greek

καὶ »Ἐσκήνωσεν ἐν ἡμῖν« καὶ ὄνομα ἔοχεν αὐτὸ δὴ τοῦτο »Μεθ᾿ »ἡμῶν ὁ θεός« ὅτε δὲ ἐδημιούργησεν, ἐπεὶ μὴ ὡς ἄνθρωπος ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς οὐσίαν ἔφερε τὰ πάντα, καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν· λέγεται δὲ καὶ σοφία ὁ τοῦ θεοῦ υἱός, ἀρχὴ ὁδῶν τοῦ θεοῦ κτισθεῖσα κατὰ τὴν τῶν Παροιμιῶν γραφήν, ὅτι ἡ τοῦ θεοῦ σοφία, πρὸς τὸν οὗ ἐστι σοφία ὑπάρχουαα, οὐδεμίαν σχέοιν πρὸς ἕτερόν τινα εἶχεν, ἀλλ᾿ εὐδοκία θεοῦγενόμενος τὰ κτίοματα ὑπάρξαι ἠβονλήθη. ἠθέλησεν οὖν ἀναλαβεῖν αὕτη ἡ σοφία σχέσιν δημιουργικὴν πρὸς τὰ ἐσόμενα καὶ τοῦτό ἐστι τὸ δηλούμενον διὰ τοῦ ἐκτίσθαι αὐτὴν ἀρχὴν ὁδῶν τοῦ θεοῦ, καθ᾿ ἃς ὁδοὺς διαπορεύεται οὐσιῶν διακοσμῶν προνοούμενος, εὐεργετῶν, χαριζόμενος ἐν ταύτῃ τῇ σοφίᾳ κτισθείσῃ. ἀρχὴν οὖν εἶναι τὸν λόγον φασὶν οὐχ ἕτερον ὄντα αὐτῆς κατ᾿ οὐσίαν ἀλλ᾿ ἐπινοίᾳ καὶ σγέσει, ἵν᾿ ᾖ ἡ αὐτὴ ὕπαρξις ἣν νῦν καλοῦσιν κατ᾿ οὐσίαν αἱ γραφαί, ᾗ μὲν ᾠκείωται τῷ θεῷ σοφία, ᾗ δὲ νένευκεν, ἵν᾿ οὕτως εἴπω, πρὸς τὰ δημιουργήματα ὁ δημιονργικὸς λόγος, οὐκ ἐντανῦθα δὲ μόνον ὁ τοῦ θεοῦ υἱὸς λόγος εἴρηται· ἔστι δὲ παραθέσθαι ἡητὰ οὐκ ἐκ τῆς καινῆς μόνον ἀλλὰ καὶ ἐκ τῆς παλαιᾶς· »Τῷ λόγῳ γὰρ κυρίου οὐρανοὶ ἐστερεώθησαν«. καὶ τὸ »Ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς«. καὶ ὁ Λουκᾶς…

About this text

Origen Gospel catena and scholia fragments (Greek). SERIES CLOSEOUT on this page.

English follows First1KGreek TEI. Modern copyright reconstructions were not used as wording. NT fragments SERIES CLOSEOUT.

Witnesses

  • Copy-text First1KGreek TEI tlg2042.tlg006 — John catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg017 — Luke catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg077 — Matthew scholia (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg078 — Luke scholia (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.