NT Catena / Scholia Fragments · §john-catena-1

John catena: In the beginning was the Word (opening frag.)

From the catena fragments on John: the Gospel’s start — In the beginning was the Word — is read so that the Word is not a creature among creatures but with God and God, the one through whom life and light come to those who receive him.

Greek

Δημιουργὸν τῶν πάντων τιθέμενος αὐτὸν τὸ τοῦ Λόγου ὄνομα κατηγορεῖ αὐτοῦ. ἐπεὶ γὰρ ὡς ἐπίπαν πᾶσα δημιουργία ἤρτηται λόγου, οὐκ ἄλλως ἔδει αὐτὸν τῶν πάντων δηλῶσαι ὄντα ποιητὴν ἔχουσιν (αὕτη δέ ἐστιν ἕξις μετὰ ἀδόλου λόγου ποιητική), ὁ δὲ τοῦ θεοῦ υἱός, οὐκ ἄλλος ὢς ἢ σοφίας καὶ τέχνης δημιουργός, εἰκότως λόγος ὀνομάζεται. οὐ γὰρ ἄλλη τις ὢν οὐσία παρὰ τὸν λόγου δι᾿ αὐτοῦ ποιεὶ τὰ ὄντα, ἀλλ᾿ αὐτός ἐστιν ὁ ποιῶν, θεὸς ὢν λόγος. εἶτ᾿ ἐπεὶ ὁ λόγος οὗτος, θεὸς ὢν κατ’ οὐσίαν καὶ αὐτὸ τοῦτο θεοῦ υἱὸς ὑπάρχων, τῆς τῶν ἀνθρώπων σωτηρίας χάριν ἄνθρωπος γεγένηται, »Σὰρξ« ὁ λόγος ὠνομάσθη. καὶ ἐπεί τινες τῆς ὀρθῆς πίστεως ἐκπεσόντες οἴονται ἀπὸ τότε αὐτὸν μόνον εἶναι ἀφ’ οὑ ἐκ τῆς παρθένου ἄνθρωπος γεγονὼς προῆλθεν, ὀρθότατα πρὸς τοὺς τοιούτους ὁ θεολόγος γράφει τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ καταλλήλως τοῖς ῥήμασι χρησάμενος, τῷ μὲν »Ἐγένετο« ἐπὶ τῆς σαρκὸς, τῷ δὲ »Ἦν« ἐπὶ τῆς θεότητος αὐτοῦ σημαίνει]. καὶ ἦν μὲν κυριώτερον ἐπὶ τοῦ θεοῦ λόγου τὸ »Ἔστιν« εἰπεῖν· ἀλλ᾿ ἐπεὶ πρὸς διαφορὰν τῆς ἐνανθρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὓπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ »Ἔστιν« τῷ »Ἦν« ὁ εὐαγγελιστὴς κέχρηται. τῶν δὲ ῥημάτων τὰς κυρίας σημασίας ἐκλαμβάνειν οὐ δεῖ ἐπὶ τῶν ἀιδίων· ὅτε μὲν γὰρ τὰ σημαινόμενα ὑπὸ τούτων χρόνῳ συμμετρουμένην ἔχει τὴν ὕπαρξιν, ὡς τὸ Ἦν τὸ μηκέτ’ ὄν, ἀλλά ποτε ὁμοίως τὸ Ἔστι δηλοῖ τὸ νῦν ὑπάρχον, ὡς τὸ Ἔσται τὸ μέλλον ὑπάρξαι]]. ἀλλ᾿ ἐπεὶ ὁ λόγος τοῦ θεοῦ ἀίδιός ἐστι, …

About this text

Origen Gospel catena and scholia fragments (Greek). SERIES CLOSEOUT on this page.

English follows First1KGreek TEI. Modern copyright reconstructions were not used as wording. NT fragments SERIES CLOSEOUT.

Witnesses

  • Copy-text First1KGreek TEI tlg2042.tlg006 — John catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg017 — Luke catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg077 — Matthew scholia (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg078 — Luke scholia (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.