Exhortation to Martyrdom · §22

22.

'Better are the dead than the living,' says Qoheleth — that we may not fear death but desire it when the confession calls. Eleazar the aged scribe would not even pretend to eat swine's flesh: spitting it out, he went willingly to the rack, 'leaving the young a noble example, willingly and manfully to die a good death for the revered and holy laws.' So we too, refusing base compliance, shall leave children and brethren an example worth more than life.

Greek (GCS)

ὑπεροχῆς καὶ τῆς ἐπιχτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀνατροφῆς μᾶλλον δὲ τῆς ἁγίας καὶ ϑεοχτίστου νομοϑεσίας" εἶπεν ὅτι (οὐχ ἔστε τῆς ἡμετέρας ἡλικίας ἄξιον ὑποχριϑῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ἐλεάζαρον τὸν ἐνενηκονταετῆ μετα- 5 βεβληκέναι εἰς ἀλλοφυλισμὸν, καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μιχρὸν καὶ ἀχαριαῖον ζῆν πλανηϑῶσι di ἐμὲ, καὶ μύσος καὶ χηλῖδα τοῦ γήρως καταχτήσομαι. εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξε- λοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοχράτορος χεῖρας οὔτε ζῶν οὔτε ϑανὼν ἐχφεύξομαι. διόπερ ἀνδρείως νῦν | με- : 10 ταλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι, τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προϑύμος καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων εὐϑανατίζειν." εὔχομαι dt ὑμᾶς παρὰ ταῖς ϑύραις τοῦ ϑανάτου μᾶλλον δὲ τῆς ἐλευϑερίας γενομένους, μάλιστα εἰ πόνοι προσάγοιντο, (οὐδὲν γάρ ἐστιν 15 ἀπελπίσαι ἀπὸ τῆς βουλῆς τῶν ἀντικειμένων ἐνεργειῶν παϑεῖν ὑμᾶς), τοιαῦτα εἰπεῖν" τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυϑῆναι τοῦ ϑανάτου σχληρὰς ὑποφέρω κατὰ σῶμα ἀλγηδόνας μαστιγούμενος, χατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω.“ τοιοῦτος δὴ ὁ ϑάνατος Ἐλεαζάρου ἦν, ὡς 20 ἐπειρῆσϑαι αὐτῷ" „od μόνον τοῖς νέοις ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔϑνους τὸν ἑαυτοῦ ϑάνατον γενναιότητος ὑπόδειγμα καὶ μνημόσυνον ἀρετῆς καταλέλοιπε." ΧΧΠΠ. Καὶ οἱ ἑπτὰ δὲ ἐν τοῖς Μακκαβαϊκοῖς ἀναγραφέντες ἀδελφοὶ, οὕς (μάστιξι καὶ νευραῖς" ἠκίσατο ᾿Αντίοχος ἐμμένοντας τῇ ϑεοσε- 25 βείᾳ, δυνήσονται παράδειγμα κάλλιστον εἶναι ῥωμαλέου μαρτυρίου παντὶ λογισαμένῳ av, εἰ μέλλει παιδαρίων εἶναι ἐλάττων, οὐ καϑ' ἕνα μόνον βασάνους ὑπομεινάντων ἀλλὰ καὶ τῷ τὴν alxlav τῶν ἀδελφῶν τεϑεωρηχέναι παράστημα εὔτονον εὐσεβείας ἐπιδειξαμένων. ap ὧν εἷς γενόμενος, ος ἡ γραφὴ ὠνόμασε, «προήγορος“ εἶπε πρὸς τὸν τύ- lI Makk. 7. — 24 II Makk. 7, 1. — 29 II Makk. 7, 2. M?; am Rand steht μαστιγούμενος καὶ ψυχήν ἡδέως δὲ διὰ M? | 19 Ἐλεαζάρου)