Aristeas and pagan hero-tales vs the Gospel (chs. 21–40)
Celsus’s wonder-tales (Aristeas and the like) do not bind Christians; if he recounts them without belief, they prove nothing against Jesus’ history.
Greek
Καὶ οὔπω λέγω περὶ τῆς ἐν τοῖς εὐαγγελίοις τηρήσεως πάντων τῶν γεγραμμένων· ὧν ἕκαστον πολὺν καὶ δυσθεώρητον οὐ μόνον τοῖς πολλοῖς ἀλλὰ καὶ τισι τῶν συνετῶν περιέχει λόγον. ἔχοντα διήγησιν βαθυτάτην παραβολῶν, ὧν τοῖς „ἔξω“ ἐλάλησεν ὁ Ἰησοῦς, τηρῶν αὐτῶν τὴν σαφήνειαν τοῖς ὑπερβεβηκόσι τὰς ἐξωτερικὰς ἀκοὰς καὶ κατ᾿ ἰδίαν αὐτῷ „ἐν τῇ οἰκίᾳ“ προσερχομένοις, θαυμάσεται δὲ νοήσας, τίνα λόγον ἔχει τὸ „ἔξω“ τινὰς ὀνομάζεσθαι καὶ ἄλλους „ἐν τῇ οἰκίᾳ.“ καὶ πάλιν τίς οὐκ ἂν καταπλαγείη τῶν δυναμένων βλέπειν τὰς Ἰησοῦ μεταβάσεις, ἀναβαίνοντος μὲν εἰς ὄρος ἐπὶ τοιοῖσδε λόγοις ἢ πράξεσιν ἢ τῇ ἑαυτοῦ μεταμορφώσει. κάτω δὲ θεραπεύοντος τοὺς ἀσθενοῦντας καὶ μὴ δυναμένους ἀναβαίνειν ὅπου ἕπονται αὐτῷ οἱ μαθηταὶ αὐτοῦ; διηγεῖσθαι δὲ νῦν τὰ ἀληθῶς σεμνὰ καὶ θεῖα τῶν εὐαγγελίων ἢ τὸν ἐν τῷ Παύλῳ Χριστοῦ. τουτέστι τῆς σοφίας καὶ τοῦ λόγου, νοῦν οὐκ εὔκαιρον. ἀλλ᾿ αὐτάρκη καὶ ταῦτα πρὸς τὴν ἀφιλόσοφον χλεύην τοῦ Κέλσου. ὁμοιοῦντος τὰ ἔνδον καὶ μυστικὰ τῆς ἐκκλησίας τοῦ θεοῦ τοῖς Αἰγυπτίων αἰλούροις ἢ πιθήκοις ἢ κροκοδείλοις ἢ τράγοις ἢ κυσίν.
Ὅρα δὲ εἰ μὴ τὰ τῆς πίστεως ἡμῶν ταῖς κοιναῖς ἐννοίαις ἀρχῆθεν συναγορεύοντα μετατίθησι τοὺς εὐγνωμόνως ἀκούοντας τῶν λεγομένων. εἰ γὰρ καὶ ἡ διαστροφὴ δεδύνηται, πολλῆς αὐτῇ κατηχήσεως συναγορευούσης, τοῖς πολλοῖς ἐμφυτεῦσαι τὸν περὶ ἀγαλμάτων λόγον ὡς θεῶν καὶ τὸν περὶ τῶν γενομένων ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ λίθου ὡς προσκυνήσεως ἀξίων· ἀλλ᾿ ἡ κοινὴ ἔννοια ἀπαιτεῖ ἐννοεῖν ὅτι θεὸς οὐδαμῶς ἐστιν ὕλη φθαρτὴ οὐδὲ τιμᾶται ἐν ἀψύχοις ὕλαις ὑπὸ ἀνθρώπων μορφούμενος, ὡς „κατ᾿ εἰκόνα“ ἤ τινα σύμβολα ἐκείνου γινομέναις. διόπερ εὐθέως λέγεται τὰ περὶ ἀγαλμάτων, „ὅτι οὐκ εἰσὶ θεοὶ,“ καὶ τὰ περὶ τῶν τοιούτων δημιουργημάτων, ὅτι οὐκ εἰσὶ συγκριτὰ πρὸς τὸν δημιουργὸν, ὀλίγα τε περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ δημιουργήσαντος καὶ συνέχοντος καὶ κυβερνῶντος τὰ ὅλα. καὶ εὐθέως ὡσπερεὶ τὸ συγγενὲς ἐπιγνοῦσα ἡ λογικὴ ψυχὴ ἀποῤῥίπτει μὲν ἃ τέως ἐδόξαζεν εἶναι θεοὺς φίλτρον δ᾿ ἀναλαμβάνει φυσικὸν τὸ πρ…
About this text
Origen’s Contra Celsum, Book III (Greek). Complete on this page: sampled closeout §§1–61.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book III closeout.
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book III closeout samples)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.