Contra Celsum, Book III · §1

Prophets not an ass’s shadow; factions charge (chs. 1–20)

Ambrose’s charge continues: Celsus’s True Word is answered. Prophetic place, birth, and passion of Christ are not idle shadows. Celsus mocks Christian factions; Origen notes philosophy also splits yet seeks truth.

Greek

Ἐν μὲν τῷ πρώτῳ τῶν πρὸς τὴν ἀλαζόνα ἐπιγραφὴν Κέλσου. ἐπιγράψαντος ἀληθῆ λόγον τὸ καθ᾿ ἡμῶν αὐτῷ συνταχθὲν βιβλίον. ὡς προσέταξας. κατὰ δύναμιν. πιστότατε Ἀμβρόσιε, διειλήφαμεν τὸ προοίμιον αὐτοῦ καὶ ἑξῆς ἕκαστον τῶν εἰρημένων βασανίζοντες. ἕως κατελήξαμεν εἰς τὴν παρ᾿ αὐτῷ δημηγορίαν τοῦ Ἰουδαίου. πεπλασμένην γεγονέναι πρὸς τὸν Ἰησοῦν. ἐν δὲ τῷ δευτέρῳ πρὸς ὅλα. ὡς οἷοί τ᾿ ἦμεν. ἀπαντήσαντες τὰ τῆς πρὸς ἡμᾶς. τοὺς διὰ Χριστοῦ πιστεύοντας τῷ θεῷ. δημηγορίας τοῦ παρ᾿ αὐτῷ Ἰουδαίου. τρίτον τοῦτον ἐνιστάμεθα λόγον, ἐν ᾧ πρόκειται ἀγωνίσασθαι πρὸς ἃ ἐκτίθεται ὡς ἀπὸ ἰδίου προσώπου. φησὶ δὴ ὅτι εὐηθέστατα ἐρίζουσι πρὸς ἀλλήλους χριστιανοὶ καὶ Ἰουδαῖοι. καὶ λέγει μηδὲν διαφέρειν ἡμῶν τὸν πρὸς ἀλλήλους διάλογον περὶ Χριστοῦ τῆς κατὰ τὴν παροιμίαν καλουμένης ὄνου σκιᾶς μάχης· καὶ οἴεται μηδὲν σεμνὸν εἶναι ἐν τῇ Ἰουδαίων καὶ Χριστιανῶν πρὸς ἀλλήλους ζητήσει. πιστευόντων μὲν ἀμφοτέρων ὅτι ἀπὸ θείου πνεύματος ἐπροφητεύθη τις ἐπιδημήσων σωτὴρ τῷ γένει τῶν ἀνθρώπων οὐκέτι δ᾿ ὁμολογούντων περὶ τοῦ ἐληλυθέναι τὸν προφητευόμενον ἢ μή. Χριστιανοὶ μὲν γὰρ τῷ Ἰησοῦ ὡς κατὰ τὰ προφητευόμενα ἐληλυθότι πεπιστεύκαμεν· Ἰουδαίων δ᾿ οἱ πλεῖστοι τοσοῦτο δέουσι τοῦ πιστεύειν εἰς αὐτὸν. ὡς καὶ τοὺς μὲν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπιβεβουλευκέναι τῷ Ἰησοῦ τοὺς δὲ νῦν εὐδοκοῦντας τοῖς ὑπὸ Ἰουδαίων κατ᾿ αὐτοῦ τετολμημένοις τότε κακηγορεῖν τὸν Ἰησοῦν. ὡς διά τινος γοητείας πλασάμενον ὅτι ἄρα εἴη ὁ ὑπὸ τῶν προφητῶν κηρυχθεὶς ἐπιδημήσειν. καλούμενος κατὰ τὰ Ἰουδαίων πάτρια Χριστός.

Καί φαμεν τοῖς ὁμονοοῦσι τῷ Κέλσῳ ὅτι οὐδεμίαν ἆρα φανταζόμενος ὑπερέχουσαν σοφίαν ὁ Παῦλος ἐπηγγέλλετο „σοφίαν“ λαλεῖν „ἐν τοῖς τελείοις“; ἐπειδὰν δὲ κατὰ τὸ ἑαυτοῦ θρασὺ φήσῃ ὅτι οὐδὲν ἔχων σοφὸν ταῦτα ἐπηγγέλλετο, ἀνταποκρινούμεθα αὐτῷ λέγοντες· πρῶτον σαφήνισον τοῦ ταῦτα λέγοντος τὰς ἐπιστολὰς καὶ ἐνατενίσας τῷ βουλήματι ἑκάστης ἐν αὐταῖς λέξεως, φέρ᾿ εἰπεῖν τῇ πρὸς Ἐφεσίους καὶ πρὸς Κολασσαεῖς καὶ τῇ πρὸς Θεσσαλονικεῖς καὶ Φιλιππησίους καὶ πρὸς Ῥωμαίους. ἀμφότερα δεῖξον, καὶ ὅτι νενόηκας τοὺς Παύλου λόγους καὶ ὅτι παραστῆσαι ἔχεις εὐήθεις τινὰς ἢ ἠλιθίους. ἐὰν γὰρ ἐπιδῷ ἑαυτὸν τῇ μετὰ τοῦ προσέχειν ἀναγνώσει, εὖ οἶδ᾿ ὅτι ἢ θαυμάσεται τὸν νοῦν τοῦ ἀνδρὸς, ἐν ἰδιωτικῇ λέξει μεγάλα περινοοῦντος. ἢ μὴ θαυμάσας αὐτὸς καταγέλαστος φανεῖται, εἴτε διηγούμενος ὡς νενοηκὼς τὸ βούλημα τοῦ ἀνδρὸς ἢ καὶ ἀντιλέγειν καὶ ἀνατρέπειν πειρώμενος ἃ ἐφαντάσθη αὐτὸν νενοηκέναι.

About this text

Origen’s Contra Celsum, Book III (Greek). Complete on this page: sampled closeout §§1–61.

English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book III closeout.

Witnesses

  • Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book III closeout samples)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.