Contra Celsum, Book I · §31

Virgin birth and [[God with us >> Bible:Matthew 1:23]]; dove at baptism (chs. 31–40)

To those who do not know the Hebrew, we still comfort the prophecy that the one at whose birth it is said God with us is born of a virgin. Celsus next takes from Matthew (and the other Gospels) the dove that came upon the Savior at John’s baptism and tries to dismiss it as fiction — having already mocked the virgin birth.

Greek

Πρὸς τούτοις δὲ θαυμάσαι ἄν τις, πόθεν ἐπῆλθε τοῖς μαθηταῖς αὐτοῦ, ὡς λέγουσιν οἱ κακολογοῦντες τὸν Ἰησοῦν, μὴ ἑωρακόσιν αὐτὸν ἀναστάντα ἀπὸ τῶν νεκρῶν μηδὲ πεισθεῖσιν ὅτι θειότερόν τι ἦν ἐκεῖνος, πρὸς τῷ μὴ φοβηθῆναι τὰ αὐτὰ τῷ διδασκάλῳ παθεῖν καὶ ὁμόσε χωρῆσαι τῷ κινδύνῳ καὶ καταλιπεῖν τὰς πατρίδας ὑπὲρ τοῦ διδάξαι κατὰ τὸ Ἰησοῦ βούλημα τὸν παραδοθέντα αὐτοῖς ὑπ᾿ αὐτοῦ λόγον. οἶμαι γὰρ ὅτι ὁ εὐγνωμόνως ἐξετάζων πράγματα οὐκ ἂν λέγοι τούτους ἑαυτοὺς παραδεδωκέναι περιστατικῷ βίῳ ἕνεκεν τῆς Ἰησοῦ διδασκαλίας χωρίς τινος μεγάλης πειθοῦς, ἣν ἐνεποίησεν αὐτοῖς διδάσκων οὐ μόνον διακεῖσθαι κατὰ τὰ μαθήματα αὐτοῦ ἀλλὰ καὶ ἄλλους διατιθέναι, καὶ διατιθέναι προὔπτου ὄντος ὡς πρὸς τὸν ἀνθρώπων βίον ὀλέθρου τῷ τολμῶντι πανταχοῦ καὶ πρὸς πάντας καινοτομεῖν καὶ μηδένα ἀνθρώπων, ἐμμένοντα τοῖς προτέροις δόγμασι καὶ ἔθεσι, φίλον ἑαυτῷ τηρεῖν. ἆρα γὰρ οὐχ ἑώρων οἱ τοῦ Ἰησοῦ μαθηταὶ, τολμῶντες οὐ μόνον Ἰουδαίοις ἐκ τῶν προφητικῶν λόγων παριστάνειν ὅτι οὗτος εἴη ὁ προφητευθεὶς, ἀλλὰ καὶ τοῖς λοιποῖς ἔθνεσιν ὅτι ὁ χθὲς καὶ πρώην σταυρωθεὶς ἑκὼν τοῦτον τὸν θάνατον ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους ἀνεδέξατο, ἀνάλογον τοῖς ἀποθανοῦσιν ὑπὲρ πατρίδων ἐπὶ τῷ σβέσαι λοιμικὰ κρατήσαντα καταστήματα ἢ ἀφορίας ἢ δυσπλοΐας; εἰκὸς γὰρ εἶναι ἐν τῇ φύσει τῶν πραγμάτων κατά τινας ἀποῤῥήτους καὶ δυσλήπτους τοῖς πολλοῖς λόγους φύσιν τοιαύτην, ὡς ἕνα δίκαιον ὑπὲρ τοῦ κοινοῦ ἀποθανόντα ἑκουσίως ἀποτροπιασμοὺς ἐμποιεῖν φαύλων δαιμονίων, ἐνεργούντων λοιμοὺς ἢ ἀφορίας ἢ δυσπλοΐας ἤ τι τῶν παραπλησίων. λεγέτωσαν οὖν οἱ βουλόμενοι ἀπιστεῖν τῷ Ἰησοῦν ὑπὲρ ἀνθρώπων ἀποτεθνηκέναι τρόπῳ σταυροῦ, πότερον οὐδὲ τὰς Ἑλληνικὰς παραδέξονται καὶ βαρβαρικὰς πολλὰς ἱστορίας περὶ τοῦ τινας ὑπὲρ τοῦ κοινοῦ τεθνηκέναι καθαιρετικῶς τῶν προκαταλαβόντων τὰς πόλεις καὶ τὰ ἔθνη κακῶν· ἢ ἐκεῖνα μὲν γεγένηται οὐδὲν δὲ πιθανὸν ἔχει ὁ νομιζόμενος ἄνθρωπος πρὸς τὸ ἀποθανεῖν ἐπὶ καθαιρέσει μεγάλου δαίμονος καὶ δαιμόνων ἄρχοντος, ὑποτάξαντος ὅλας τὰς ἐπὶ γῆν ἐληλυθυίας ἀνθρώπων ψυχάς; ὁρῶντες δὲ ταῦτα οἱ τοῦ Ἰησοῦ μαθηταὶ καὶ ἄλλα τούτων πλείονα, ἃ εἰκὸς αὐτοὺς ἐν ἀποῤῥήτῳ ἀπὸ τοῦ Ἰησοῦ μεμαθηκέναι, ἔτι δὲ καὶ δυνάμεώς τινος πληρωθέντες. ἐπεὶ ἔδωκεν αὐτοῖς μένος καὶ θάρσος οὐ ποιητική τις παρθένος ἀλλ᾿ ἡ ἀληθῶς φρόνησις καὶ σοφία τοῦ θεοῦ, (ἔσπευσαν,) ἵν᾿ ἔκδηλοι μετὰ πᾶσιν οὐ μόνοις Ἀργείοις γένοιντο ἀλλὰ καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, καὶ κλέος ἐσθλὸν ἄροιντο.

Ἑξῆς δὲ τούτοις ἀπὸ τοῦ κατὰ Ματθαῖον τάχα δὲ καὶ τῶν λοιπῶν εὐαγγελίων λαβὼν τὰ περὶ τῆς ἐπιπτάσης τῷ σωτῆρι βαπτιζομένῳ παρὰ τῷ Ἰωάννῃ περιστερᾶς διαβάλλειν βούλεται ὡς πλάσμα τὸ εἰρημένον. διασύρας δὲ, ὡς ᾤετο, τὴν περὶ τοῦ ἐκ παρθένου γεγεννῆσθαι τὸν σωτῆρα ἡμῶν ἱστορίαν οὐ τὰ ἑξῆς τῇ τάξει ἐκτίθεται, ἐπεὶ μηδὲν ἔχει τεταγμένον θυμὸς καὶ ἔχθρα, ἀλλὰ κατὰ τὸ ἐπελθὸν οἱ ὀργιζόμενοι καὶ οἱ ἐχθραΐζοντες κακηγοροῦσιν οὓς μισοῦσι, μὴ ἐπιτρεπόμενοι ἀπὸ τοῦ πάθους τεθεωρημένως καὶ κατὰ τάξιν λέγειν τὰς κατηγορίας. εἰ μὲν γὰρ τὴν τάξιν ἐτήρει, λαβὼν ἂν τὸ εὐαγγέλιον καὶ κατηγορεῖν αὐτοῦ προθέμενος τῆς πρώτης ἂν ἱστορίας κατειπὼν ἑξῆς ἐπὶ τὴν δευτέραν παρεγίνετο, καὶ οὕτως ἐπὶ τὰς λοιπάς· νυνὶ δὲ μετὰ τὴν ἐκ παρθένου γένεσιν ὁ πάντ᾿ εἰδέναι ἐπαγγειλάμενος Κέλσος τὰ ἡμέτερα κατηγορεῖ τοῦ παρὰ τῷ βαπτίσματι φανέντος ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς, εἶτα μετὰ τοῦτο διαβάλλει τὸ προφητεύεσθαι …

About this text

Origen’s Contra Celsum, Book I (Greek). On this page: §§1–61 closeout samples.

English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book I §§1–61 (sampled closeout; 10 sections).

Witnesses

  • Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book I §§1–61 (sampled closeout; 10 sections))

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.