Names of God; Jesus’s glory above shame (chs. 21–30)
Misplacing the name of God or of the Good is no small danger; Scripture’s names are not idle. Who searches things carefully is struck that Jesus rose in glory above every cause of disgrace and every once-famous name — while human fame rarely holds many honors at once, his name has filled the world after the cross.
Greek
τοῦτο γὰρ Κέλσῳ καὶ τοῖς Ἐπικουρείοις δοκεῖ. Τούτου οὖν, φησὶ, τοῦ λόγου τοῦ παρὰ τοῖς σοφοῖς ἔθνεσι καὶ ἐλλογίμοις ἀνδράσιν ἐπακηκοὼς ὄνομα δαιμόνιον ἔσχε Μωϋσῆς. καὶ πρὸς τοῦτο δὲ λεκτέον, ἵν᾿ αὐτῷ συγχωρηθῇ Μω(??)σέα ἀκηκοέναι ἀρχαιοτέρου λόγου καὶ τοῦτον Ἑβραίοις παραδεδωκέναι, ὅτι εἰ μὲν ψευδοῦς λόγου ἀκούσας καὶ μὴ σοφοῦ μηδὲ σεμνοῦ παρεδέξατο αὐτὸν καὶ παρέδωκε τοῖς ὑπ᾿ αὐτὸν, ἔγκλητός ἐστιν· εἰ δ᾿, ὡς σὺ φῂς, συγκατέθετο δόγμασι σοφοῖς καὶ ἀληθέσι καὶ ἐπαίδευσε τοὺς οἰκείους δι᾿ αὐτῶν, τί κατηγορίας ἄξιον πεποίηκεν; ὡς εἴθε καὶ Ἐπίκουρος καὶ ὁ ἔλαττον αὐτοῦ εἰς τὴν πρόνοιαν ἀσεβῶν Ἀριστοτέλης καὶ οἱ σῶμα εἰπόντες τὸν θεὸν Στωϊκοὶ τοῦ λόγου τούτου ἤκουσαν· ἵνα μὴ πληρωθῇ ὁ κόσμος λόγου ἀθετοῦντος πρόνοιαν ἢ διακόπτοντος αὐτὴν ἢ ἀρχὴν φθαρτὴν εἰσάγοντος τὴν σωματικὴν, καθ᾿ ἣν καὶ ὁ θεὸς τοῖς Στωϊκοῖς ἐστι σῶμα, οὐκ αἰδουμένοις λέγειν αὐτὸν τρεπτὸν καὶ δι᾿ ὅλων ἀλλοιωτὸν καὶ μεταβλητὸν καὶ ἁπαξαπλῶς δυνάμενον φθαρῆναι, εἰ ἔχει τὸν φθείροντα, εὐτυχοῦντα δὲ μὴ φθαρῆναι παρὰ τὸ μηδὲν εἶναι τὸ φθεῖρον αὐτόν. ἀλλ᾿ ὁ Ἰουδαίων καὶ Χριστιανῶν λόγος, ὁ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ θεοῦ τηρῶν, ἀσεβὴς εἶναι νενόμισται, ἐπεὶ μὴ συνασεβεῖ τοῖς ἀσεβῆ περὶ θεοῦ φρονοῦσι λέγων ἐν ταῖς πρὸς τὸ θεῖον εὐχαῖς· „σὺ δὲ ὁ αὐτὸς εἶ.“ πεπίστευται δὲ καὶ ὁ θεὸς εἰρηκέναι τὸ „οὐκ ἠλλοίωμαι.“
Τίς οὖν μὴ παρέργως ἀνερευνῶν τὴν τῶν πραγμάτων φύσιν οὐκ ἂν αὐτὸν καταπλαγείη νικήσαντα καὶ ὑπεραναβῆναι δυνηθέντα τῇ δόξῃ τὰ ποιητικὰ ἀδοξίας πάντα (καὶ) πάντας τοὺς πώποτ᾿ ἐνδόξους; καίτοι γε οἱ ἐν ἀνθρώποις ἔνδοξοι σπάνιον εἰ ἐπὶ πλείονα ἅμα τὴν δόξαν ἀναλαβεῖν δεδύνηνται. ὁ μὲν γὰρ ἐπὶ σοφίᾳ ἄλλος δ᾿ ἐπὶ στρατηγίᾳ βαρβάρων δέ τινες ἐπὶ ταῖς παραδόξοις ἐξ ἐπῳδῶν δυνάμεσι καὶ ἄλλοι ἐπ᾿ ἄλλοις οὐ πολλοῖς ἅμα ἐθαυμάσθησαν καὶ ἔνδοξοι γεγένηνται· οὗτος δὲ πρὸς τοῖς ἄλλοις θαυμάζεται καὶ ἐπὶ σοφίᾳ καὶ ἐπὶ δυνάμεσι καὶ ἐπὶ τῷ ἀρχικῷ. ἔπεισε γὰρ οὔθ᾿ ὡς τύραννος συναποστῆναι αὐτῷ τινας τῶν νόμων οὔθ᾿ ὡς λῃστὴς κατ᾿ ἀνθρώπων ἀλείφων τοὺς ἑπομένους οὔθ᾿ ὡς πλούσιος χορηγῶν τοῖς προσιοῦσιν οὔθ᾿ ὥς τις τῶν ὁμολογουμένως ψεκτῶν. ἀλλ᾿ ὡς διδάσκαλος τοῦ περὶ τοῦ θεοῦ τῶν ὅλων λόγου καὶ τῆς εἰς αὐτὸν θρησκείας καὶ παντὸς ἠθικοῦ τρόπου, δυναμένου οἰκειῶσαι τῷ ἐπὶ πᾶσι θεῷ τὸν κατ᾿ αὐτὸν βιώσαντα. κα…
About this text
Origen’s Contra Celsum, Book I (Greek). On this page: §§1–61 closeout samples.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book I §§1–61 (sampled closeout; 10 sections).
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book I §§1–61 (sampled closeout; 10 sections))
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.