Testimonia ex divinis et sacris scripturis · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ γυναῖκας, νήπια θηλάζοντα πάντας ἐξαλείψατε· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖόν μου μὴ ἐγγίσητε. 92.t β ὅτι τὸ ἐν τῷ Χριστῷ βάπτισμα προκατηγγέλετο– 92.1 Ησαϊας λέγει· Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. 92.2 Καὶ πάλιν τρανώτερον· Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταληφθὲν τοῦ Ισραηλ ἐν Σιων, καὶ τὸ καταλειφθὲν ἐν Ιερουσαλημ, ὅτι ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ιερουσαλημ· ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιων καὶ τὸ αἷμα Ιερουσαλημ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας. Μαρτυρεῖ καὶ τὸ κατὰ νόμον δὲ τῶν Ἰουδαίων βάπτισμα. 93.t γ ὅτι προκατηγγέλετο ἡ δευτέρα παρουσία– 93.1 Μαλαχιας λέγει· Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύσεται ὡς πῦρ χωνευτηρίου καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων. 93.2 Καὶ πάλιν λέγει· Προσάξω ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοὺς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ τῷ ὀνόματι μου ἐπὶ ψεύδη. 94.t δ ὅτι κρινεῖ τὴν οἰκουμένην καὶ αὐτῷ ἡ κρίσις δοθήσεται– 94.1 ∆αυιδ ἐν τῷ ε ψαλμῷ λέγει· Κρινεῖ Κύριος τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. 94.2 Καὶ Ιωηλ λέγει· Ἐγὼ ἥξω πάντα τὰ ἔθνη καὶ διακριθήσομαι πρὸς αὐτούς. Καὶ ἔσται ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· καὶ τὰ ὀπίσω αὐτοῦ πεδίον ἀφανισμοῦ. 94.3 Καὶ πάλιν λέγει· Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί. 94.4 Καὶ πάλιν λέγει· Ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ. 94.5 Καὶ ∆ανιηλ λέγει· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος. 94.6 Καὶ ∆αυιδ ἐν τῷ β ψαλμῷ λέγει· Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 94.7 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ οε ψαλμῷ λέγει· Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστήναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς· ὅτι ἐνθύμιον ἀνθρώπου

About this text

Epiphanius of Salamis, Testimonia ex divinis et sacris scripturis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Testimonia ex divinis et sacris scripturis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.