Testimonia ex divinis et sacris scripturis · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ἐξομολογήσεταί σοι. 95.t ε ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη σκοτισθήσονται– 95.1 Ιωηλ λέγει· ∆ώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· καὶ ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. 95.2 Καὶ πάλιν λέγει· Πάρεστιν ἡ ἡμέρα Κυρίου, ὅτι ἐγγὺς ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. 95.3 Καὶ ὁ Ἐκκλησιαστὴς λέγει· Εὐφραίνου, νεανίσκε, ἐκ νεότητός σου, καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ μνήσθητι τοῦ κτίσαντός σε, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου, ἕως οὗ μὴ σκοτασθῇ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς. 96.t ὅτι οἱ οὐρανοὶ εἰλίσονται– 96.1 Ησαϊας λέγει· Καὶ εἰλισθήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. 96.2 Καὶ ὁ ∆αυιδ ἐν τῷ ρα ψαλμῷ λέγει· Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτούς, καὶ ἀλλαγή σονται. 96.3 Καὶ πάλιν Ησαϊας λέγει· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 97.t ζ ὅτι πρὸ τῆς Χριστοῦ παρουσίας ἥξει ὁ Ἀντίχριστος– 97.1 ∆ανιηλ λέγει· Ὀπίσω τούτων ἀναστήσεται βασιλεὺς ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν· καὶ λόγους πρὸ τὸν ὕψιστον λαλήσει. η ὅτι φονεύσει πολλούς– 98.1 ∆ανιηλ λέγει· Ἐθεώρουν καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ τῶν ἁγίων. 99.t θ ὅτι τότε καιρὸς θλίψεως– 99.1 ∆ανιηλ λέγει· Ἔσται τότε καιρὸς θλίψεως, θλῖψις οἵα οὐ γέγονεν τότε ἐν ἀνθρώποις. 100.t ρ ὅτι μετ' αὐτὸν καὶ πὼς ὁ Χριστός– 100.1 Ζαχαριας λέγει· Ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν· καὶ κόψονται φυλαὶ κατὰ φυλάς. 100.2 Καὶ ∆αυιδ ἐν τῷ μθ ψαλμῷ λέγει· Ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. 101.t ρα ὅτι τὸ σημεῖον τοῦ Χριστοῦ φανερὸν ἔσται– 101.1 Ησαϊας λέγει· Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ συναγάγων οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει. 102.t ρβ ὅτι τῆς βασιλείας οὐκ ἕξει πέρας– 102.1 ∆ανιηλ λέγει· Ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, καὶ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. 102.2 Καὶ ∆αυιδ ἐν τῷ μδ ψαλμῷ λέγει· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 102.3 Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ρα λέγει· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

About this text

Epiphanius of Salamis, Testimonia ex divinis et sacris scripturis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Testimonia ex divinis et sacris scripturis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.