Commentary on the Twelve Prophets · §zechariah-t1-rem-mid

Zechariah Tomos 1 rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

λάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεφήτευον." πεπλά- νηται τοίνυν, ὡς ἔφην, ὁ Ἰσραὴλ, τοῖς τῶν ψευδομαντέων φενακισμοῖς ἀσυνέτως συνηρπασμένος. ἀλλ' οὐκ ἂν ἥλω ποτὲ παρ' ἐχθρῶν, καὶ τῆς οὕτω πικρᾶς καὶ φορτικωτάτης δουλείας ἐπειρᾶτο, τοῖς παρὰ Θεοῦ προφήταις τὸν νοῦν ἐπιδοὺς, οἳ καὶ συμβήσεσθαι τὰ τοιάδε προαπήγγελλον αὐ- τοῖς, καὶ διαῤῥήδην ἔφασκον, ὅτι πάντως εἰς πεῖραν ἐνεχθή- σονται κακοῦ, μὴ οὐχὶ δρᾶν ᾑρημένοι τὰ θυμήρη Θεῷ. ταύτῃτοι καλεῖ πρὸς ἀνάμνησιν τῶν τε ἀνοσίων ψευδοπρο- φητῶν καὶ τῶν πεφενακισμένων καί φησιν Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα ζήσονται; ὅμοιον ὡς εἰ λέγοι Ἀπολώλασιν οἱ πατέρες ὑμῶν, καὶ τοῦτο οἰκτρῶς, ἐν αἰχμαλωσίᾳ, καὶ σὺν αὐτοῖς οἱ ψευδοεπεῖς καὶ πεπλανηκότες, οἱ τὸ τῆς προφητείας ὄνομα καὶ χρῆμα καπηλεύοντες. ἀλλ' εἴπερ ἔζων ἔτι, τάχα που βελτίους ὑμᾶς ἀπέφηναν ἀεὶ κα- τοιμώζοντες ἐπὶ τοῖς συμβεβηκόσι, καὶ τῶν παρ' αὐτοῖς γεγονότων ψευδοπροφητῶν οὐ μετρίαν ποιούμενοι τὴν κατα- βοήν. ἀλλ' ἐκεῖνοι μὲν ῥᾳστώνης τε ὁμοῦ καὶ ἀπειθείας ὀψώνιον, τὸ συνδιολέσθαι τοῖς ἠπατηκόσιν ἐσχήκασιν, ὑμεῖς δὲ τοὺς τῶν ἁγίων προφητῶν παραδέχεσθε λόγους, καὶ τὰ δι' αὐτῶν θεσπίσματα ποιεῖσθε περὶ πολλοῦ. αὐτοὶ γὰρ λελαλήκασι καὶ τοῖς πρὸ ὑμῶν, ὅτι παρατέτακται Κύριος τοῦ ποιῆσαι, δῆλον δὲ ὅτι τὴν αἰχμαλωσίαν καὶ τὰς ἐν 2.290 αὐτῇ συμβησομένας ταλαιπωρίας. διήλεγχον δὲ λέγοντες ἀναφανδὸν, ὅτι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν. κολάζει γὰρ οὐ μάτην ὁ τῶν ὅλων Θεὸς, οὔτε μὴν ἀβασάνιστον τὴν ἐφ' ὁτῳοῦν ποιεῖται ψῆφον ἡ θεία τε καὶ ἀπλανὴς καὶ δικαιοτάτη κρίσις· ἀνεξι- κακήσασα δὲ ὑπεραμέτρως, τότε δὴ τότε ταλαντεύει τοῖς ἡμαρτηκόσι τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα. Σοφὸν οὖν ἄρα τὸ εὐήνιον, καὶ παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ τὸ τοῖς θείοις ἕπεσθαι νόμοις, καὶ τὰς τῶν ἁγίων προαγορεύσεις τιμᾶν, καὶ πίστεως ἀξιοῦν τὰς τοῦ Πνεύματος φωνὰς, ἐννοοῦντάς τε ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὰ προηγγελμένα, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον καὶ με- ταχωρεῖν εἰς μετάγνωσιν. ἀποσκευασόμεθα γὰρ οὕτω τὰ ἐξ ὀργῆς, καὶ ἠπίῳ περιτευξόμεθα τῷ ∆εσπότῃ· δικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ ἀνίησι δίκης τοὺς ἐξ ἀμαθίας ἤγουν ἀσθενείας πεσόντας εἰς ἁμαρτίαν. 9Τῇ τετάρτῃ καὶ εἰκάδι ἐν τῷ ἑνδεκάτῳ μηνί· οὗτός ἐστιν ὁ μὴν Σαβάτ· ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ ∆αρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην λέγων Ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ' ἵππον πυῤῥὸν, καὶ οὗτος ἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. καὶ εἶπα Τί οὗτοι, Κύριε; καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ 2.291 εἶπε πρὸς μέ Οὗτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος τοῦ περι- οδεῦσαι τὴν γῆν. καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου 395 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπαν Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.9 Ἀνὰ μέρος καὶ κατὰ καιροὺς τὰς ὁράσεις τοῖς ἁγίοις προφήταις ἐξεκάλυπτεν ὁ Θεός. οὐ γάρ που φαμὲν ὡς ἀεί τε καὶ συχνὴ καὶ ἀδιάστατος παντελῶς ἡ τῆς θεοπτίας αὐτοῖς ἐχορηγεῖτο χάρις καὶ τῶν ἐσομένων ἡ ἀποκάλυψις· κατὰ καιροὺς δὲ μᾶλλον, τοὺς ἑκάστῳ πράγματι πρέποντας, καὶ κατὰ τὸ αὐτῷ δοκοῦν τῷ ἀποκαλύπτοντι τὰ κεκρυμμένα. καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο, κατὰ πολλούς τε καὶ διαφόρους ἐπαιδεύοντο τρόπους. ἔσθ' ὅτε μὲν γὰρ ἁπλῆν ἐδέχοντο γνῶσιν, ἐνηχοῦντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος· ἔσθ' ὅτε δὲ καὶ πρὸς τούτῳ καὶ ἐν αὐταῖς ταῖς ὁράσεσι τῶν δρωμένων ἐγίνοντο, ἄλλοτε ἄλλως αὐτοῖς διαμορφοῦντος Θεοῦ καὶ ἀποκαλύπτοντος αἰνιγματωδῶς μυστήρια. Ἡσαΐας μὲν γὰρ ὁ μακάριος τεθεᾶσθαί φησι "τὸν Κύριον σαβαὼθ "καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου," περιεστηκό- των αὐτὸν τῶν Σεραφὶμ καὶ εὐφημούντων ἐξ ἀμοιβῆς. ὁ δέ γε θεσπέσιος Ἰεζεκιὴλ θρόνον τεθεᾶσθαί φησιν ἐπὶ στερεώ- ματος, ὑποκειμένων τῶν Σεραφίμ. ἔφη δὲ, ὅτι τὸν ἐπὶ τοῦ θρόνου καθήμενον ἑώρακε διφυᾶ, ὡς τὰ κάτω μὲν ἀπὸ ὀσφύος ἐν εἴδει πυρὸς ὁρᾶσθαι σαφῶς, ἐν ὁράσει δὲ ἠλέκτρου τὰ ἄνω. καὶ βαθὺς ἂν γένοιτο καὶ μακρὸς ὁ ἐφ' ἑκάστῳ λόγος, εἴπερ ἕλοιτό τις πολυπραγμονεῖν τὰς αἰτίας τοῦ πολυειδεῖς γενέσθαι παρὰ Θεοῦ τὰς ὁράσεις αὐτοῖς. Οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Ζαχαρίας καιρὸν καὶ ἡμέρας καὶ μῆνα σαφῶς ὁρισάμενος, τεθεᾶσθαί φησι τὸν 2.292 Κύριον ἐν εἴδει τῷ καθ' ἡμᾶς. ἰδοὺ γὰρ ἀνήρ φησιν ἐπιβε- βηκὼς ἐφ' ἵππον πυῤῥόν. αἰνίττεται δὲ διὰ τούτου τὸν οἱονεί πως ἐμπειροπόλεμον καὶ εἰδότα τὰ τακτικά. τὸ γὰρ ἵππῳ μὲν ἐφιζῆσαι, καὶ τούτῳ πυῤῥῷ καὶ τὴν οἷον ἐξ αἵματος ἔχοντι χροιὰν, τοιοῦτόν τι οἶμαί που σημαίνειν λοιπόν. μάχεται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς ἀντεξάγουσιν αὐτῷ, καὶ οἷά τις πολέμιος ἀνθοπλίζεται τοῖς ἀπειθῆ καὶ ἀγέρωχον ἀντανιστᾶσιν αὐτῷ τὸν τῆς διανοίας αὐχένα. ἔδρων δὲ τοῦτο, καὶ μάλα νεανικῶς, οἱ ἐξ αἵματος Ἰσραὴλ, οἵ τε τὴν Ἰουδαίαν καὶ αὐτὴν οἰκοῦντες τὴν Ἱερουσαλὴμ, καὶ μὴν καὶ οἱ τὴν Σαμαρειτῶν χώραν ἔχοντες, τουτέστιν, αἱ δέκα φυλαί. ἐτράποντο γὰρ εἰς πολυθεΐαν, καὶ τοῖς χειροκμήτοις τὸ σέβας ἀνάπτοντες, ἐπεφώνουν ταῖς δαμάλεσι ταῖς χρυ- σαῖς "Οὗτοι οἱ θεοί σοι, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ "γῆς Αἰγύπτου," καὶ πρός γε δὴ τούτοις, τῶν τοῦ νόμου θεσπισμάτων ἀλογήσαντες παντελῶς, ἀπερισκέπτως ἐτρά- ποντο πρὸς τὸ ἑκάστῳ φίλον δοκοῦν. ταύτῃτοι λοιπὸν ὁ τῶν ὅλων Θεὸς, ἔφιππος δὲ ὥσπερ αὐτοῖς, ὡς ἐν εἴδει τῷ καθ' ἡμᾶς, αἰνιγματωδῶς ἐπιφοιτᾷ. Ἕστηκε δὲ ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων. ὄρη δὲ οἶμαι κατάσκιά φησι τό τε τῆς Ἰουδαίας, τουτέστι, τὴν Σιὼν καὶ μὴν καὶ τὸ Σαμαρείας. ἔφη γάρ που περὶ αὐτῶν ὁ Θεός "Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν "ἐπὶ τὸ ὄρος Σαμαρείας." ἄμφω δὲ κατάσκια διά τοι τὸ ἀμετρήτῳ πλήθει τῶν κατῳκηκότων στενοχωρεῖσθαι τάχα που, καὶ ὕλην ἀπομιμεῖσθαι δασεῖάν τε καὶ ἀμφιλαφῆ. κατόπιν γεμὴν τοῦ ἐπιβεβηκότος τὸν ἵππον τὸν πυῤῥὸν, ἵπποι πάλιν ᾔεσαν ἕτεροι, καὶ οὐκ ἐν ὄψει μιᾷ, πυῤῥοὶ γὰρ ἦσαν, 2.293 καὶ μὴν καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. σημαίνουσι δὲ καὶ αὐτοὶ βασιλέας, ἢ ἔθνη φιλοπόλεμά τε καὶ μαχιμώτατα, καὶ οὐχὶ δὴ μόνην τὴν ἐνεγκοῦσαν ἔχειν ἠγαπηκότα, κατα- σκιδνάμενα δὲ ὥσπερ ἁπάσης τῆς γῆς, καὶ ὑφ' ἑαυτὰ ποι- εῖσθαι σπουδάζοντα τὴν ὑπ' οὐρανὸν, ὁποῖοι γεγόνασιν οἱ Βαβυλωνίων βασιλεῖς, Φουλὰ μὲν πρῶτος, ὃς εἷλε τὰς πέραν τοῦ Ἰορδάνου φυλάς. εἶτα μετ' ἐκεῖνον ὁ Σαλαμανασὰρ, ὃς πεπόρθηκε τὴν Σαμάρειαν, καὶ τρίτος Σεναχηρεὶμ, ὁ τῆς Σαμαρείας τὸ λείψανον καταδῃώσας ἀγρίως, προσεμπρήσας δὲ πολλὰς καὶ τῆς Ἰουδαίας πόλεις. τέταρτος ὁ Ναβου- χοδονόσορ, ὃς καὶ αὐτὴν εἷλε τὴν Ἱερουσαλὴμ, καὶ ἀπεκό- μισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τὸ γεμὴν ἐν ποικίλοις εἴδεσιν ὁρᾶσθαι τοὺς ἵππους, σημαίνει που τάχα τῆς ἑκάστου γνώμης τὸ διάφορον· καὶ τὸ ἐν αὐτοῖς ἑτερόχροον, αἴνιγμα τῆς ἑκάστου διανοίας παραδέξαιτο ἄν τις, καὶ μάλα 396 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσή

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.