Commentary on the Twelve Prophets · §zechariah-t1-rem-close

Zechariah Tomos 1 rem close CLOSEOUT

Rem CLOSEOUT: Zechariah Tomos 1 CLOSEOUT.

Greek

ς του. εἰκότως. διηπόρηκε μὲν οὖν ὁ Προφήτης καὶ ἀποκάλυψιν αἰτεῖ· μανθάνει δὲ, ὅτι οὗτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος τοῦ περιοδεῦσαι πᾶσαν τὴν γῆν, καὶ αὐτοὶ δὲ τοῦτό φασιν οἱ ἀπεσταλμένοι, περιωδευκέναι τὴν σύμπασαν διαβεβαιού- μενοι, καὶ μὴν ὅτι καὶ ἠρεμεῖ, ταῖς αὐτῶν πλεονεξίαις ἀντι- τείνειν οὐκ ἔχουσα, καὶ τὸν ὑπ' αὐτοῖς ἀβούλητον μὲν, πλὴν ἀναγκαῖον ὑπομένουσα ζυγόν. 9Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπε Κύριε, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις τῆς Ἰουδαίας ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;9 2.294 Τῶν ἀπεσταλμένων ἵππων, ἤγουν ἐθνῶν τε καὶ βασιλέων περιοδευσάντων τὴν σύμπασαν γῆν, εἶτα σαφῶς εἰρηκότων, ὡς κατοικεῖται καὶ ἡσυχάζει καὶ τὸν ἐξ ἀνάγκης ἐπεῤῥιμ- μένον ὑπομένει ζυγὸν, τρέπεται παραχρῆμα πρὸς λιτὰς τὰς ὑπέρ γε τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας ὁ μακάριος ἄγγελος, ὃς τάχα που τέτακτο παρὰ Θεοῦ τὸ τῶν Ἰουδαίων ἔθνος παιδαγωγεῖν. εὑρήσομεν δὲ ὅτι καὶ ὅτε τῆς τῶν Αἰγυπτίων ἐκδεδραμήκασι γῆς, δεινοῖς μὲν αὐτοὺς κατεπτόει δείμασιν ὁ ἀπόπληκτος Φαραὼ, τὸν πολέμου νόμον ἐξωπλισμένος, εἶτα διώκειν ἐπιχειρῶν, ἔστη, φησὶν, ὁ ἄγγελος Κυρίου ἀνὰ μέσον αὐτῶν, "καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα." ἀλλὰ καὶ αὐτὸν τὸν νόμον δι' ἀγγέλων λελαλῆσθαι ὁ νομομαθὴς ἔφη Παῦλος. ὑπεμφαίνει δέ τι τοιοῦτον καὶ τῆς εὐαγγελι- κῆς παραβολῆς ἡ δύναμις. ἔφη γάρ που Χριστὸς περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, τὸ μέλλον αὐτῇ συμβήσεσθαι προαναδεικνὺς αἰνιγματωδῶς "Συκῆν εἶχέ τις πεφυτευμένην "ἐν τῷ ἀγρῷ αὐτοῦ." ἐπειδὴ δὲ ἄκαρπος ἦν, ἐκκόπτειν αὐ- τὴν ἤθελε, καὶ δὴ τοῦτο δρᾶν ἐκέλευε λέγων τῷ γηπόνῳ " Εκκοψον αὐτὴν, ἱνατί καὶ τὴν γῆν καταργεῖ;" ὁ δὲ πρὸς τοῦτό φησι "Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως "ἂν σκάψω περὶ αὐτὴν, καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ "καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μή γε, ἐκκόψεις αὐτήν." τί γὰρ ἕτερον ἡμῖν ἐν τούτοις τὸ τοῦ γηπόνου πρόσωπον ὑπαι- νίττεται, πλὴν ὅτι τὸ τοῦ προεστηκότος ἀγγέλου, καὶ παιδα- γωγεῖν αὐτὴν, ὡς ἔφην, προστεταγμένου; ὁρίσαντος οὖν τοῦ Θεοῦ τῆς αἰχμαλωσίας τὸν χρόνον εἰς ἔτος τὸ ἑβδομηκοστὸν, οὔπω μὲν εἰς πέρας ἥκοντος τοῦ καιροῦ, σιωπᾶν ἦν ἀναγκαῖον, ὡς ἂν μὴ δοκοίη ∆εσποτικοῖς ἀντεξάγειν νεύμασι. πεπε- ρασμένου δὲ ἤδη τοῦ καιροῦ, ποιεῖται τὰς λιτὰς, καὶ τῆς τοῦ 2.295 προσκρούειν ὑποψίας οἷον ἐκ μέσου γεγενημένης, ἀψευδῆ δὲ ὄντα τὸν ∆εσπότην εἰδὼς, ἀναμαθεῖν ἀξιοῖ, πότερόν ποτε συμπεπέρασται τοῖς ἡμαρτηκόσι τὰ ἐξ ὀργῆς κατὰ τὸ πάλαι δόξαν εἰς ἔτος τὸ ἑβδομηκοστόν· ἤγουν ἔσται τις ἑτέρα πάλιν ἀνάβλησις προστεθειμένων ἁμαρτιῶν, καὶ εἰς μῆκος ἔτι τὰ τῆς ταλαιπωρίας αὐτοῖς ἐκτείνεται. ταύτῃτοί φησιν Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς τῆς Ἰουδαίαςπόλεις ὑπερεωραμένας ἤδη τοῦτο ἑβδομηκοστὸν ἔτος; Ἐλπὶς οὖν ἄρα τοῖς σεβομένοις Θεὸν χρηστὴ, καὶ οὐκ ἀμφίβολος, ὡς εἰ δήπου γένοιτο προσκρούειν ἐξ ἀσθενείας, ἀλλ' οὖν ἔχουσι παρὰ Θεῷ τοὺς λιπαροῦντας ὑπὲρ ἑαυτῶν, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγ- γέλους, οἳ προσηνῆ τε καὶ μειλίχιον ἀποτελοῦσι Θεὸν, τῇ ἰδίᾳ καθαρότητι κατευνάζοντες τὰς ὀργὰς, καὶ οἱονείπως ἐκδυσωποῦντες ἀσχάλλοντα τὸν Κριτήν. ἀλλὰ τότε μὲν ἄγγελος ὑπὲρ τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἐποιεῖτο τὰς λιτάς· ἡμεῖς δὲ, οἱ πεπιστευκότες καὶ ἡγιασμένοι λοιπὸν ἐν Πνεύματι, "Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν "Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ- "τιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ περὶ "ὅλου τοῦ κόσμου." καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, αὐτὸν "ἱλαστήριον ὁ Θεὸς ἔθετο διὰ πίστεως," ἁμαρτιῶν ἀπαλλάττοντα τοὺς προσιόντας αὐτῷ. 9Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλω τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ 2.296 συνεπιτιθέμενα, ἀνθ' ὧν ἐγὼ μὲν 397 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.9 Ἀληθὲς εἰπεῖν, ὅτι κατὰ τὴν τοῦ ψάλλοντος φωνήν "Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος," καὶ αὐτὴ δὲ τῶν πραγμάτων ἡ πεῖρα διαβοήσειεν ἂν, ὡς ὧδέ τε ἔχει καὶ οὐχ ἑτέρως. ἄθρει δὲ ὅπως δέχεται παραχρῆμα τὰς λιτὰς τὰς ὑπέρ γε τῶν πεπραχότων ἀθλίως, καὶ συντετριμμένων ἐν ἀλλοδαπῇ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀνατλάντων ζυγὸν, μόνον δὲ οὐχὶ τοῦ παρακαλοῦντος φθάνει τὴν αἴτησιν, καὶ ἀποκρίνεται παραχρῆμα ῥήματα καλὰ καὶ λόγους παρακλη- τικούς· παρακλητικοὺς δέ φησι τοὺς ἀνακτήσασθαί τε καὶ παρακαλέσαι δυναμένους τοὺς πεπονηκότας. παρ' ὅλον γὰρ τῆς αἰχμαλωσίας αὐτῶν τὸν καιρὸν οὐ ῥῆμα τάχα που χρηστὸν εἰρηκὼς, οὐχ ἑτέρου τινὸς τῶν παρακαλεῖν εἰωθότων ἀξιώσας αὐτοὺς, ἄρχεται χρηστοεπεῖν, καὶ τῆς ἐπ' αὐτοῖς ἡμερότητος καταβάλλεται τὴν ἀρχήν. ἐκ περιχαρείας δὴ οὖν τῆς ἄγαν ὁ θεσπέσιος ἄγγελος διακεκραγέναι λοιπὸν τῷ Προφήτῃ προστέταχε καὶ διακονεῖν εἰς ἅπαντας τὰ παρὰ Θεοῦ. ἐζηλωκέναι γάρ φησι τὴν Ἱερουσαλὴμ ζῆλον μέγαν, οὐκ αὐτῇ τὸν ζῆλον ἐνιεὶς, καθάπερ καὶ πρώην παρενηνεγμένῃ πρὸς ἀλλοκότους λατρείας, ἀλλ' ὑπὲρ αὐτῆς τοῖς πεπορθη- κόσιν, οἷς καὶ ὠργίσθαι φησὶν, οὐχ ὡς καὶ ἐν ἁπλῇ καὶ μεμετρημένῃ κινήσει τυχὸν, ἀλλ' ὡς ἐν ἀκράτῳ τε καὶ ἀσχέτῳ θυμῷ. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπαίδευον τοὺς ἐμοὺς, καὶ οὐδὲν αὐτοὺς πέρα μέτρου πάσχειν ἤθελον· αὐτοὶ δὲ τῆς ἰδίας γνώμης τὴν ἀγριότητα δεινῶς τε καὶ ἀχαλίνως ἐπῆγον,παρέντες οὐδὲν τῶν εἰς ὠμότητα καὶ ἀπανθρωπίαν. Τοῦτο οἶμαί ἐστι τὸ ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἡμαρτηκότας ὁ τῶν ὅλων Θεὸς, καὶ συμμέτρους ἡμῖν ἐπιφέρων αἰκίας, ἢ πόνους, μετασοβεῖ πρὸς τὸ ἄμεινον. οἱ δὲ δὴ πρὸς τοῦτο παρειλημμένοι, θηριοπρεπῶς ἐπιθρώσκουσι τοῖς παι- δευομένοις ἔσθ' ὅτε. ἀλλ' ὀργίζεται Θεὸς ἐπ' αὐτοῖς ὀργὴν μεγάλην. ὁ μὲν γὰρ ὡς πατὴρ ἐπανορθοῦν ταῖς αἰκίαις ἤθε- λεν· οἱ δὲ ὅλοις ὥσπερ ἱστίοις καὶ πάντα σείοντες κάλων ἀσχέτοις ὁρμαῖς τοῖς κάμνουσιν ἐπεφέροντο. Τοῦτο παθούσης τῆς Ἐκκλησίας, ἠγνοήκασιν οἱ διώκοντες, ὅτι τοὺς τῆς εἰς αὐτὴν ἀγριότητος ἀποτιοῦσι λόγους, καὶ πικρὰς ἐξαιτηθήσονται δίκας παρὰ τοῦ προεστῶτος Θεοῦ. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκτεθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι.9 ∆έδειχεν ὅτι παθοῦσα τὴν ἀποστροφὴν τοῦ διασώζειν ἰσχύοντος, ἀθλιότητός τε καὶ ταλαιπωρίας εἰς τοῦτο κατώ- λισθεν, ἔσται δὲ πάλιν ἀκονιτὶ καὶ λίαν εὐκόλως ἐν οἷς ἦν πάλαι, μετατεθέντος εἰς ἡμερότητα τοῦ παρωργισμένου· δῆλον δὲ ὅτι τοῦ πάντα ἰσχύοντος Θεοῦ· μόνον δὲ οὐχὶ καὶ ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ', ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν 2.298 ἐπαγγέλλεται πρὸς τὸ ἐν ἀρχαῖς, ὃ δὴ καὶ τετέλεστο, Κύρου μὲν ἀνέντος τῆς αἰχμαλωσίας, ∆αρείου γεμὴν καὶ αὐτὸν ἀναδείμασθαι προστάττοντος τὸν ναὸν, ἐφιέντος τε καὶ αὐ- τὴν τοῖς τείχεσιν ὀχυροῦν τὴν πόλιν. Ὁρῶμεν δὲ, ὅτι διαγυμνάζων ἔσθ' ὅτε Θεὸς τῶν ἁγίων τὴν πίστιν, καὶ τῶν προσκειμένων αὐτῷ τὴν ἀγάπησιν, ἐφίησι κατὰ καιροὺς διώκεσθαι τὴν Ἐκκλησίαν. ἀλλ' ὀλίγα παθοῦσαν εὐθὺς ἀνίστησι, καὶ ἀνατειχίζει πάλιν ταῖς ἐπι- κουρίαις, καὶ τῇ ἄνωθεν χάριτι τὸν ἴδιον οἶκον στεφανοῖ. καὶ ἕκαστος δὲ τῶν εὐ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.