Malachi Tomos 1 rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
τοῦ πτερνίζοντος ἁμαρτίαν. Ἡσαῦ δὲ, ὡς ἔφην, ∆ρῦς καὶ μέν- τοι Γήϊνος ὁ Ἐδώμ· τύπος δ' ἂν εἴη καὶ οὗτος παντὸς τοῦ μόνα φρονοῦντος τὰ ἐπὶ τῆς γῆς. ἀγαπᾷ τοίνυν ὁ Θεὸς τὸν πτερνιστὴν Ἰακὼβ, μεμίσηκε δὲ τὸν Ἡσαῦ τὸνἀκαμπῆ καὶ σκληρὸν, ἤτοι τὸν Ἐδὼμ, τουτέστι τὸν τοῖς γηΐνοις προσνενευκότα, καὶ τῶν πνευματικῶν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα φληνάφως ἀνθῃρημένον. 495 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τῶν οὕτω ζῆν εἰωθότων ἀφανιεῖ τὸν κλῆρον ὁ φιλάρετος ἡμῶν 2.553 Θεός. οὐ γάρ τοι βέβαια τὰ ἐπὶ τῆς γῆς, οὔτε μὴν ἀκλόνη- τον ἔχει τὴν στάσιν. ὅτι δὲ πεσεῖται πάντως, ὡς ἐν τύπῳ σαφηνιεῖ τῶν Ἰδουμαίων ὁ κλῆρος εἰσάπαν ἠρημωμένος. ἀλλ' ὅ γε Θεῷ προσκείμενος, ἀσφαλῆ καὶ ἐρηρεισμένην ἕξει τὴν ἐλπίδα, καὶ τῷ τῶν ἀγαθῶν δοτῆρι Θεῷ προσ- φωνήσει λέγων "Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου." 9∆ιότι ἐὰν εἴπῃ Ἡ Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἠρημωμένας αὐτῆς· τάδε λέγει Κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσι, καὶ ἐγὼ κατα- στρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς ἐφ' ὅν παρατέτακται Κύριος ἕως αἰῶνος.9 ∆υσχερὴς μὲν λίαν ἡ τῆς λέξεως συνθήκη, πλὴν οὐκ ἄποπτος τῶν προκειμένων ὁ νοῦς. δέδωκα μὲν γὰρ ἐγὼ, φησὶ, τὴν Ἡσαῦ κληρονομίαν εἰς ἀφανισμὸν καὶ εἰς ἐρή- μωσιν, ὑμῶν τῶν ἐξ Ἰακὼβ ἐκπεπορθηκότων. ἐρεῖ δὲ ἴσως ὁ Ἰδουμαῖος Εἰ καὶ κατέστραπται παντελῶς καὶ εἰς λῆξιν ἥκει κακῶν ἣν κατῳκήκαμεν χώραν, ἀλλ' οὖν ἐπιστρέψαντες ἐγεροῦμεν μὲν τὰς ἠρημωμένας πόλεις τε καὶ κώμας, κατοι- κήσομεν δὲ αὐτὰς οἱ διασεσωσμένοι. τί οὖν πρὸς ταῦτά φησι; Τάδε λέγει Κύριος Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ κατα- στρέψω. κεκλήσεται δὲ πάντως ἡ Ἰδουμαία Ὅρια ἀνομίας· ὡς διὰ πλείστην ὅσην ἁμαρτίαν κατεστραμμένη· καὶ λαὸς ἐφ' ὃν παρατέτακται Κύριος ἕως αἰῶνος. Ὁ μὲν οὖν τοῦ γράμματος νοῦς οὐχ ἕτερος οἶμαί τις παρὰ τοῦτόν ἐστι. προσθείην δ' ἂν, ὅτι τῶν τὸ σαρκικὸν καὶ γήϊνον ἐχόντων φρόνημα· γήϊνος γὰρ, ὡς ἔφην, ὁ Ἰδουμαῖος διερμηνεύεται· πάντη τε καὶ πάντως ὁ κλῆρος 2.554 πεσεῖται, Θεοῦ καταστρέφοντος· οὐ γὰρ ἔχει τὸ βέβαιον τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, οὔτε μὴν διηνεκῆ τὴν μέθεξιν. παριππεύει γὰρ τοὺς ἔχοντας πρόσκαιρος ἐπι- θυμία, καὶ ἐν ἴσῳ σκιᾷ μετατάττεται, ἢ θανάτῳ σβεσθέντος τινὸς, ἤγουν ἀδοκήτου συμφορᾶς ἐπενηνεγμένης. ἀλλ' εἰ καί τις ἕλοιτο τῶν νοητῶν Ἰδουμαίων τὸν ἑαυτοῦ κλῆρον οἰκοδομεῖν, ἢ πλοῦτον συλλέγων τὸν ἐξ ἀδικίας, ἢ τοῖς διακένοις δοξαρίοις ἐντρυφῶν, καὶ δυναστείαις ταῖς κατὰ τὸν βίον ἐναβρύνεσθαι θέλων, αὐτὸν εὑρήσει τὸν τῶν ὅλων Θεὸν μονονουχὶ καὶ ἀνθεστηκότα καὶ μαχόμενον. ὡς γὰρ ὁ θεσπέσιος γέγραφε μαθητής "Εἴ τις θέλει εἶναι φίλος τοῦ "κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται." οὐ πεπαύσεται γὰρ, ὡς ἔφην, τοῖς τὰ γήϊνα φρονεῖν ᾑρημένοις ἐναντιούμενος, ἀλλ' οὐδὲ τῆς πρὸς αὐτοὺς καταλήξει μάχης. μισεῖ γὰρ ἀεὶ τὸν ἀλιτήριον, καὶ ἀπόπεμπτον ποιεῖται τὸν φιλα- μαρτήμονα. 9Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε Ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ἰσραήλ.9 Ὅταν, φησὶ, τὴν τῶν πραγμάτων καταθρήσατε φύσιν, μονονουχὶ δὲ καὶ ἀναμύοντι νῷ κατίδητε σαφῶς ἅπερ ἔφην ἀρτίως, τότε δὴ πάντως ἐρεῖτε συγκαταβαίνοντες, ὅτι δεδόξα- σται καὶ ἐμεγαλύνθη Κύριος ἐν τοῖς ὁρίοις τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ ἐξ Ἰακὼβ γεγονότες, τουτέστιν Ἰουδαῖοι, προσκε-κρουκότες, ὡς ἔφην, διὰ πλείστην ἀσέβειαν, ἔξοικοί τε γεγό- νασιν καὶ αἰχμάλωτοι καὶ ἁλώσιμοι τοῖς ἐχθροῖς. ἐπειδὴ δὲ πεπραχότας ἀθλίως καὶ ἀποχρώντως κεκολασμένους κατη- λέησεν ὁ Θεὸς, ἀνεκομίσθησαν εἰς τὸ ἀπ' ἀρχῆς, ἀνενεγ- 2.555 κόντων αὐτοῖς ἐπὶ τὸ ἄμεινον τῶν πραγμάτων. καὶ γέγονε μὲν ἐν εὐπαθείᾳ ἡ χώρα, κατῳκήκασι δὲ τὰς πόλεις, ἀνε- δείμαντο τὸν ναὸν, ἀνετείχισαν τὴν Ἱερουσαλὴμ, καὶ γεγό- νασι πάλιν ἐν τοῖς παρ' ἐλπίδα καὶ κατ' εὐχήν· ἡ δέ γε τῶν Ἰδουμαίων ἠρήμωται χώρα, καὶ μεμένηκεν ἐν κακοῖς, οὐκ ἀνασφήλασα πρὸς τὸ ἄμεινον. οὐκοῦν δεδόξασται Θεὸς ἐν τοῖς ὁρίοις Ἰσραήλ. Ἰστέον δὲ, ὅτι καὶ κατὰ τὸν ἐσώτατον νοῦν, κἂν εἰ ἐν προσκρούσει γένοιντό τινες τῶν εἰδότων Θεὸν, κἂν εἰ παι- δεύοιντο δι' ἁμαρτίας, ἀλλ' οὖν οὐκ εἰσάπαν αὐτοὺς ἀπο- λέσθαι συμβαίνει. κατοικτείρει δὲ Θεὸς παιδεύσας ἀρκούν- τως, καὶ ἀνακομίζει πάλιν πρὸς εὐθυμίαν. τοῖς δέ γε τὸ γήϊνον ἀγαπῶσι φρόνημα, καὶ εἰς μόνα βλέπουσι τὰ σαρκὸς, μάχεται διηνεκῶς καὶ τῆς ἐπ' αὐτοῖς ὀργῆς παρατενεῖ τοὺς χρόνους· "Κληθήσεται γὰρ αὐτοῖς, φησὶν, ὅρια ἀνόμων καὶ "λαὸς ἐφ' ὃν 496 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. παρατέτακται Κύριος ἕως τοῦ αἰῶνος." 9Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ φοβηθήσεται. καὶ εἰ πατὴρ ἐγώ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φοβούμενός με; λέγει Κύριος Παντο- κράτωρ.9 Ἔξω τοῦ καθήκοντος ἰόντας λόγου, καὶ ὧν ἥκιστα ἐχρῆν ἀφειδεῖν ᾑρημένους, ἀποφαίνει πανταχῆ. τοῖς μὲν γὰρ ἐπιεικέσι τῶν υἱῶν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ μετα- ποιεῖσθαι σφόδρα τῆς τοῦ φύσαντος δόξης, ἵνα καὶ εὐ- κλεεστάτου πατρὸς ὀνομάζηται τέκνον. εἰ δὲ δή τις εἴη καὶ οἰκέτης γνήσιος, περιφανῆ που πάντως καὶ διαβόητον 2.556 τὸν οἰκεῖον εὔξεται γενέσθαι δεσπότην, οὐκ ἄσημον εἶναι καὶ πεπατημένον. μεθέξει γὰρ οὕτω καὶ αὐτὸς τῆς ἔν γε τούτοις εὐημερίας, καύχημά τε τὸ χρῆμα ποιήσεται, καὶ θυμηδίας τῆς ἀνωτάτω λογιεῖται πρόφασιν. ὑμεῖς δὲ, φησὶν, ὡς πατέρα δοξάζειν ὀφείλοντες, δεδιέναι δὲ καὶ ὡς δεσπότην, κατ' ἄμφω τοῦ πρέποντος οὐ μετρίως διημαρτηκότες ἁλώ- σεσθε, μήτε ὡς πατρὶ τὴν δόξαν, μήτε μὴν ὡς δεσπότῃ τὸν φόβον ἀνάπτοντες. ποῦ γὰρ ἡ δόξα μου; ποῦ δὲ ὁ φόβος, εἰ μηδὲν τῶν εἰς δόξαν ὁρώντων τὴν ἐμὴν ἀνέχεσθε δρᾶν, μήτε μὴν τὸ κολάζεσθαι δεδιότες, τοῖς δεσποτικοῖς εἴκετε νόμοις; ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου "Ἄκουε "οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν Υἱοὺς "ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν." Χρὴ τοίνυν ἡμᾶς τὰ εἰς δόξαν Θεοῦ ζητεῖν, καὶ μὴν καὶ ἐπείγεσθαι κατορθοῦν, τὸ γεγραμμένον εἰδότας "Ζῶ "ἐγὼ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω, καὶ "ὁ ἐξουθενῶν με ἐξουδενωθήσεται." δοξασθήσεται δὲ πρὸς ἡμῶν ὡς πατὴρ ὁ τῶν ὅλων Θεὸς, οὐχὶ τὸ αὐτοῖς ἡμῖν ἡδύ τε καὶ φίλον ἀποπεραίνειν ἐσπουδακότων· ἀνατεθεικότων δὲ μᾶλλον αὐτῷ τὸν νοῦν καὶ τοῖς αὐτοῦ νεύμασιν ἑπομένων πανταχοῦ. φοβηθησόμεθα δὲ καὶ ὡς Κύριον, τὴν εἰς φαυλό- τητα ῥοπὴν ἀνακόπτοντες αἰδοῖ τοῦ προσκρούειν αὐτῷ, καὶ τὸν ἐπὶ τοῦ θείου βήματος εὐνοοῦντες ἔλεγχον. "Τοὺς γὰρ "πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος "τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, "πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον." 9Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου, καὶ εἴπατε Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου; προσάγοντες πρὸς τὸ θυσιαστήριόν 2.557 μου ἄρτους ἠλισγημένους, καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστι, καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα.9 Ἐπαιτιᾶται σφόδρα τῶν Ἰουδαίων τὸ ῥᾴθυμον, οἷς καὶ ὁ νόμος ἐπιφωνεῖ τό "Εὐλαβεῖς ποιεῖτε τοὺς υἱοὺς Ἰσραήλ." ἕψεται γὰρ ὡς ἐπίπαν ταῖς τῶν ἡγου
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.