Malachi Tomos 1 rem close CLOSEOUT
Rem CLOSEOUT: Malachi Tomos 1 CLOSEOUT.
Greek
μένων ἐπιεικείαις ἡ ὑπὸ χεῖρα πληθὺς, ἀδικεῖται δὲ οὐ μετρίως, ὅταν ἴδῃ κατη- μεληκότας τῆς πρὸς Θεὸν αἰδοῦς. συγκαθίσταται γὰρ εὐθὺς καὶ συναῤῥωστεῖ τὸ ῥᾴθυμον εἰς εὐλάβειαν καὶ τῇ τῶν καθηγητῶν ὑπτιώσει συμπλάττεται. ὅτι δέ ἐστιν ἀληθὴς ὁ λόγος, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεός "Ὅτι οἱ "ποιμένες ἠφρονεύσαντο καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, "διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν." οὐκοῦν ὡς ἐπίπαν οἱ τῶν θείων μυστηρίων ἱερουργοὶ πρό- φασις εὑρίσκονται τοῖς ἄλλοις εὐδοκίμου μὲν ζωῆς, εἴπερ ἕλοιντο διαβιοῦν ὀρθῶς, καὶ καθ' ὃν προσήκει τρόπον Θεῷ τὸ σέβας ἀνάπτειν· αἰσχρῶν δὲ καὶ βδελυρῶν ἐπιτηδευ- μάτων, εἰ πρό γε τῶν ἄλλων οὗτοι τὰ τοιάδε τῶν κακῶν εὑρίσκοιντο κατηῤῥωστηκότες. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος τοῖς τελοῦσι διδασκαλίας ἐπεφώνει σοφῶς, ὅτι προσῆκεν αὐτοὺς τύπους γενέσθαι τοῖς ποιμνίοις. ὑμεῖς ἐστε τοίνυν, φησὶν, οἱ τοῖς τῆς ἱερωσύνης αὐχήμασι διαπρέποντες, οἱ φαυλιζοντες τὸ ὄνομά μου. κἂν εἰ βούλεσθε μαθεῖν τοῦ φαυλισμοῦ τὸν τρόπον, ἀκούσεσθε διακεκραγότος Ἐν τῷ προσφέρειν ὑμᾶς εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους. εἰ δὲ δὴ λέγοιτε καὶ πρὸς τοῦτο πάλιν Τίνα δὴ τρόπον ἠλισγήσαμεν αὐτούς; ἐρῶ πρὸς ὑμᾶς Ὡς οἴεσθε μὲν ἴσως, 2.558 μᾶλλον δὲ καὶ αὐτοῖς βοᾶτε πράγμασιν, ὅτι Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστὶ καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα. Ἐπειδὴ δὲ ἕκαστα τῶν εἰρημένων ἀναμηρύσασθαι χρὴ καὶ 497 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. διερμηνεῦσαι σαφῶς, φέρε λέγωμεν, τί ποτε ἄρα βού- λεται δηλοῦν ὁ ἄρτος ὁ ἠλισγημένος. ἠλισγημένον μὲν οὖν τὸν μεμολυσμένον καὶ ἀκάθαρτον ὀνομάζει. εἰδέναι δὲ ἀναγ- καῖον, ὅτι κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν ἐπὶ ταῖς τελου- μέναις θυσίαις καὶ ἄρτοι προσεκομίζοντο· πλὴν ἄζυμοί τε καὶ καθαροί· μόνην δὲ τὴν τῆς αἰνέσεως θυσίαν ἐπ' ἄρτοις ζυμίταις τελεῖσθαι προστέταχε. καὶ τίς ὁ περὶ τούτων μυστικὸς ἂν γένοιτο λόγος, ἀποχρώντως ἐν ἑτέροις εἰρή- καμεν· ἀφηγήσομαι δὲ καὶ νῦν ἐν ἐπιδρομῇ, ὡς ἂν μὴ δοκοίην ὀκνηρὸς εἶναί τις ἔν γε τοῖς οὕτω λυσιτελεστάτοις. οὐκοῦν ὁ μὲν ἄζυμος ἄρτος σημεῖον ἂν γένοιτο ζωῆς τῆς ἀζύμου καὶ καθαρᾶς. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐν πίστει δεδικαιωμένοις ἐπιστέλλει λέγων "Ὥστε ἑορτάζωμεν "μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, "ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας." καὶ πάλιν "̓Εκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, "καθὼς καί ἐστε ἄζυμοι." παρεγγυᾷ δὲ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις οὕτω λέγων "Προσέχετε ἀπὸ τῆς ζύμης τῶν "Φαρισαίων καὶ Σαδδουκαίων." οὐκοῦν καθαρᾶς καὶ ἡγιασ- μένης καὶ ἀζύμου ζωῆς σημεῖον ὁ ἄρτος. προσεκόμιζον τοίνυν ἀνθ' ἑαυτῶν ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς οἱ προσάγοντες ἄρτους τε ἀζύμους καὶ λαμβάνοντες καὶ ἄζυμα κατὰ τὸν νόμον. Ἐπειδὴ δὲ καὶ τοὺς ἔτι κατηχουμένους, καὶ οὔπω τὴν ἁμαρτίαν ἐκνενιμμένους διὰ τοῦ ἁγίου βαπτίσματος οὐκ ἐκπέμπομεν τῶν ἐκκλησιῶν δοξολογοῦντες Θεὸν, ποιούμεθα δὲ μᾶλλον κοινωνοὺς, τὴν τῆς αἰνέσεως πληροῦντες θυσίαν, 2.559 ταύτῃτοί φησι καὶ ὁ νόμος "ἐπ' ἄρτοις ζυμίταις" χρῆναι δρᾶν αὐτοὺς, ἄρτον ζυμίτην λέγων αἰνιγματωδῶς τὸν οὔπω κεκαθαρμένον, ὡς ἔφην, διὰ τοῦ ἁγίου βαπτίσματος, ἔχοντα δὲ ὥσπερ τινὰ ζύμην ἐν ἑαυτῷ τὰ τῆς ἀρχαίας φαυλότητος λείψανα. Ὑμεῖς οὖν φησιν οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου διὰ τὸ προσφέρειν εἰς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγη- μένους. χρὴ τοιγαροῦν φροντίδα ποιεῖσθαι πολλὴν τοὺς τὴν θείαν ἔχοντας ἱερωσύνην, μὴ ἄρα τι δρῷτο τοιοῦτον ἐν ἐκκλησίαις· εἰδέναι τε, ὅτι ἡ μὲν ἀκριβὴς ἐπιτήρησις εὐφρανεῖ Θεὸν, καταλυπήσει δὲ λίαν τὸ ῥᾳθυμεῖν ἑλέσθαι καὶ ἀμελεῖν τῶν οὕτω σεπτῶν· ὅτι γὰρ οὐκ ἀζήμιον τοῖς ὑπτιουμένοις τὸ πρᾶγμα, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ἀκουόντων ἐκείνων Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου; φαύλισμα γὰρ ὥσπερ εἰς Θεὸν τῶν ἱερέων τὸ ῥᾴθυμον, καὶ εἰς τὴν αὐτῷ πρέπουσάν τε καὶ ὀφειλομένην δόξαν ἀναφέρεται τὸ πλημ- μέλημα. 9∆ιότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄῤῥωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεταί σε, εἰ λήψεται πρόσ- ωπόν σου, λέγει Κύριος Παντοκράτωρ.9 Μωμοσκοπεῖν τοῦ νόμου τὰ ἱερεῖα προστάττοντος, καὶ ἀπόβλητον μὲν ποιεῖσθαι τὰ ἔμπηρα, καθιεροῦν δὲ τὰ ἄμωμα, προσεκόμιζον τῷ θυσιαστηρίῳ κατ' ἐκεῖνο τοῦ καιροῦ χύδην καὶ ἀδιακρίτως, καὶ τῆς μὲν προσηκούσης τῷ Θεῷ δόξης ὀλίγος ἦν παντελῶς ὁ λόγος· φροντὶς δὲ λίαν ἐσπου- 2.560 δασμένη, τὸ πλεῖστά τε ὅσα συναγείρειν θύματα, καὶ κρεῶν ἀφθονίαν οἴκοι τε ἔχειν καὶ ἐν αὐτῇ που τάχα τῇ ἁγίᾳ σκηνῇ. ἆρ' οὖν, ὦ τοῦ νόμου φύλακες, εἰ προσάγει τις τυφλὸν εἰς θυσίαν, οὐ κακὸν τὸ θῦμα; εἰ δὲ δὴ καὶ χωλὸν ἢ ἄῤῥωστον, τὸν τῆς ἐμπηρίας διαφεύξεται μῶμον; οὐ γὰρ δὴ καὶ τὰ τοιάδε λογιεῖσθε κακὰ καὶ πρὸς θυσίαν οὐκ ἐπιτήδεια; ἀλλ' εἴπερ οἴεσθε κατὰ σφᾶς οὐχ ὧδε ἔχειν, ἀποφερέτω τις αὐτὰ ξένιον καὶ ἐν δώρου τάξει τῶν καθηγητῶν ἑνί. ἀλλ' οὐκ ἂν προσδέξαιτο φησὶν, οὐδ' ἂν τὸ τοῦ προσκομίζοντος πρόσωπον αἰδεσθεὶς, οἰστὸν τὸ χρῆμα ποιήσαιτο, χαλεπανεῖ δὲ λίαν ὡς ὑβρισμένος. Ἔστι τοίνυν τῶν ἄγαν ἐκτοπωτάτων, Θεῷ προσφέρειν ἀποτολμᾶν, ἃ μηδ' ἂν εἷς τῶν καθ' ὑμᾶς ἕλοιτο λαβεῖν· πολὺ δὲ τοῦτο παρ' ἡμῖν τὸ πλημμέλημα. εἰ γάρ τι μέλ- λοιμεν προσκομίζειν Θεῷ, ὧν ἂν ἔχοιμεν τὰ αἰσχίω καὶ δεύτερα ζητοῦμεν οἱ τάλανες, οὐκ ἐννοοῦντες, ὅτι τὴν Καῒν θυσίαν οὐκ ἐποιεῖτο δεκτὴν, ὅτι προσεκόμιζε μὲν ὀρθῶς, διεῖλε δὲ οὐκ ὀρθῶς, ἑαυτῷ μὲν τὰ πρῶτα καὶ 498 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐξαίρετα τετηρηκὼς, τιμᾶν δὲ νομίσας τοῖς δευτέροις Θεόν. ἀλλ' οὐ προσέσχεν αὐτοῦ ταῖς θυσίαις ὁ τῶν ὅλων Θεός. οὐ γὰρ λογιεῖται τιμὴν τῶν προσφερόντων τὸ ῥᾴθυμον. Ἀπαράδεκτα γεμὴν ὁ νόμος εἰς θυσίαν ἐποιεῖτο τὰ τυφλὰ τῶν θρεμμάτων, καὶ μὴν τὰ χωλά τε καὶ ἄῤῥωστα, τοῦ μὲν τυφλοῦ σημαίνοντος αἰνιγματωδῶς τοὺς τὸν θεῖον οὐκ ἔχοντας ὀφθαλμὸν ἐν καρδίᾳ· τοῦ δὲ χωλοῦ τοὺς οὐκ εἰδότας ὀρθο- ποδεῖν ἐν ἀγαθοεργίαις· τοῦ γεμὴν ἀῤῥώστου τοὺς μὴ λίαν εὐσθενῶς, ἐκλύτως δὲ ὥσπερ καὶ κατημελημένως τὴν ὑπὸ Θεοῦ πληροῦντας δουλείαν. ἔφη δέ που καὶ διὰ φωνῆς προφήτου "Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς." χρὴ τοιγαροῦν ἡμᾶς πεφωτισμένον μὲν ἔχειν τὸν νοῦν, 2.561 ὀρθοποδοῦντα δὲ καὶ ἰσχύοντα. τότε γὰρ ἐσόμεθα δεκτοὶ τῷ Κυρίῳ καὶ ἱεροὶ παρὰ τῷ φιλανθρώπῳ Θεῷ. 9Καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν λέγει Κύριος Παντοκράτωρ, καὶ δεήθητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα· εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν, λέγει Κύριος Παντοκράτωρ.9 Καλεῖ πρὸς μετάγνωσιν τοὺς ἠσεβηκότας, καὶ τὴν ἐπὶ τοῖς πεπαρῳνημένοις ὀργὴν προαποσείσασθαι δεῖν εὖ μάλα φησὶ ταῖς εἰς τὰ ἀμείνω μεταβολαῖς. καὶ γάρ ἐστιν ἀγαθὸς καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους, καὶ ἰώμενος τὸ συντετριμ- μένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον. λέγων δὲ τό Ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ἡμῶν, ὑπεμφήνειεν ἂν, καὶ μάλα εἰκότως, ὡς ἀποστρέφεται Θεὸς τοὺς προσκρούειν αὐτῷ μὴ παραιτουμένους, καὶ ὅτι τῶν μὴ ζητούντω
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.