Dialogue 7 opening: On the Holy Spirit: God and from God by nature
Dialogue 7 — On the Holy Spirit: that he is God and from God by nature.
A turns from Son to Spirit. The Spirit is not a creature energy or impersonal force; he is God, from God, proper to the divine nature.
Hermias is shown texts where the Spirit searches, gives life, sanctifies, and is ranked with Father and Son in the baptismal name.
Greek
ΛΟΓΟΣ ΕΒ∆ΟΜΟΣ 631 Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. {Α.} "Πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεὴς" ἀνακεκραγότος τινὸς τῶν σοφῶν, καὶ τοῖς ὅτι μάλιστα φιλεργεῖν εἰωθόσι μονονουχὶ κατεπᾴδοντος, ἀποψηφιεῖ τοῦ λόγου τὸ ἀληθές, ἢ κατακροτήσεις ἐπαίνοις, ὡς ἄριστά τε καὶ ὀρθῶς ἐκπε ποιημένον; Τὸ γάρ τοι χρῆναι τληπαθεῖν, ἁγιοπρεπές, ὦ Ἑρμεία. {Β.} Ὧδε ἔχει. {Α.} Ἄγε δὴ οὖν, ἐπ' αὐτὸ δὴ τὸ λοῖσθον ἰόντες τοῦ πόνου, προθυμίαις μὲν ταῖς τελεωτάταις ἀναδησώμεθα τὴν ὀσφύν, ἐνδυσάμενοι δὲ τῆς δικαιοσύνης τὸν θώρακα καὶ τὴν τομωτάτην τοῦ πνεύματος ἀναλαβόντες μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ τὸν θυρεὸν τῆς πίστεως, καθὰ γέγραπται, ταῖς τῶν ἑτεροδοξούντων τερθρείαις ἀνδρωδῶς ἀντεξάγωμεν, οἳ νοῦν τε καὶ γλῶτταν τὴν ἀναιδῆ κατα θήγουσι τὸ θεῖον αὐτὸ περιυβρίζοντες Πνεῦμα καὶ τὸν τῶν ἀσθενεστέρων καταληΐζονται νοῦν, γνώσεως μὲν τῆς ἀπλανοῦς τε καὶ ἀληθοῦς ἀποφέροντες, ἐνιέντες δὲ ὥσπερ τοῖς τῆς ἀπωλείας βόθροις καὶ τῆς σφῶν αὐτῶν ἀσυνεσίας τὸν ἰὸν ἐκχέοντες, καίτοι νόμου μὲν διηγορευκότος τοῦ διὰ Μωσέως, "Ἄνθρωπος ὃς ἂν πατάξῃ πᾶσαν ψυχὴν ἀνθρώπου, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·" Χριστοῦ γε μὴν ἐναργῶς καὶ ἀναφανδὸν εἰρηκότος, "Ὃς ἐὰν οὖν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης." {Β.} Πάμμεγα καὶ δύσοιστον ἀληθῶς τῶν τοιούτων τὸ κρίμα. Ἐμπαροινοῦντες γὰρ ἀδελφοῖς καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνουσι. Τίς δὲ ἄρα καὶ τουτοισὶ λόγος; {Α.} Ἀλογία μὲν οὖν τὸ χρῆμα, καὶ εἰ λέγοιτο πρὸς αὐτῶν δόξα τε καὶ λόγος ἃ φρονεῖν ἐγνώκασι. Φαίην δ' ἂν ὡς ἥδιστά γε φιλοπευστοῦντί σοι· οἱ μὲν γὰρ εἰς ἀχάλινον 632 ἀπονενευκότες θράσος καὶ γυμναῖς ἤδη πως ταῖς ἀναιδείαις χρώμενοι, κτιστόν τε καὶ γενητὸν τὸ τοῦ Θεοῦ Πνεῦμά φασιν. Ἕτεροι δὲ αὖ, τὸ παχὺ τῆς δυσφημίας οἱονεί πως ἀπολεπτύνοντες, ἐπερυθριῶσι μέν που κατὰ τὸ εἰκὸς τῇδε τῇ δόξῃ, διατορνεύοντες δὲ πρὸς ἀστειοτέραν πλάνησιν τὸν ἐπ' αὐτῷ λόγον, Θεὸν μὲν οὐκ εἶναί φασιν, οὐσίας δὲ τῆς ἀνωτάτω κατακομίζοντες ἀμαθῶς, μονοειδές τε εἶναι πιστεύουσι, καὶ ἰδίαν τινὰ καὶ μέσην ἀποτεμέσθαι φύσιν, ἣ μήτε εἰς λῆξιν ἥκει τὴν ἀνωτάτω, καὶ τὸ ὑπερκεῖσθαι πολὺ τὸ τῆς κτίσεως μέτρον διέλαχέ τε καὶ ἐκληρώσατο. {Β.} Καὶ τίς ἂν εἴη λοιπὸν ἡ τοιάδε φύσις ἣ μήτε Θεός ἐστι μήτε μὴν κτίσις; Τὸ μεσολαβοῦν γὰρ οἶμαι παντελῶς οὐδέν. Μία γὰρ ἡ τελεωτάτη μεταξὺ διαφορά, διϊστᾶσα ταῖς φύσεσι Θεό
About this text
Cyril of Alexandria, Dialogue 7 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.
English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 7 CLOSEOUT.
Witnesses
- Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.