Dialogues on the Holy Trinity, Dialogue 7
Dialogue 7 opening: On the Holy Spirit: God and from God by nature§dialogue-7-open
dialogue-7-openDialogue 7 — On the Holy Spirit: that he is God and from God by nature.
A turns from Son to Spirit. The Spirit is not a creature energy or impersonal force; he is God, from God, proper to the divine nature.
Hermias is shown texts where the Spirit searches, gives life, sanctifies, and is ranked with Father and Son in the baptismal name.
Greek · §dialogue-7-open
ΛΟΓΟΣ ΕΒ∆ΟΜΟΣ 631 Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. {Α.} "Πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεὴς" ἀνακεκραγότος τινὸς τῶν σοφῶν, καὶ τοῖς ὅτι μάλιστα φιλεργεῖν εἰωθόσι μονονουχὶ κατεπᾴδοντος, ἀποψηφιεῖ τοῦ λόγου τὸ ἀληθές, ἢ κατακροτήσεις ἐπαίνοις, ὡς ἄριστά τε καὶ ὀρθῶς ἐκπε ποιημένον; Τὸ γάρ τοι χρῆναι τληπαθεῖν, ἁγιοπρεπές, ὦ Ἑρμεία. {Β.} Ὧδε ἔχει. {Α.} Ἄγε δὴ οὖν, ἐπ' αὐτὸ δὴ τὸ λοῖσθον ἰόντες τοῦ πόνου, προθυμίαις μὲν ταῖς τελεωτάταις ἀναδησώμεθα τὴν ὀσφύν, ἐνδυσάμενοι δὲ τῆς δικαιοσύνης τὸν θώρακα καὶ τὴν τομωτάτην τοῦ πνεύματος ἀναλαβόντες μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ τὸν θυρεὸν τῆς πίστεως, καθὰ γέγραπται, ταῖς τῶν ἑτεροδοξούντων τερθρείαις ἀνδρωδῶς ἀντεξάγωμεν, οἳ νοῦν τε καὶ γλῶτταν τὴν ἀναιδῆ κατα θήγουσι τὸ θεῖον αὐτὸ περιυβρίζοντες Πνεῦμα καὶ τὸν τῶν ἀσθενεστέρων καταληΐζονται νοῦν, γνώσεως μὲν τῆς ἀπλανοῦς τε καὶ ἀληθοῦς ἀποφέροντες, ἐνιέντες δὲ ὥσπερ τοῖς τῆς ἀπωλείας βόθροις καὶ τῆς σφῶν αὐτῶν ἀσυνεσίας τὸν ἰὸν ἐκχέοντες, καίτοι νόμου μὲν διηγορευκότος τοῦ διὰ Μωσέως, "Ἄνθρωπος ὃς ἂν πατάξῃ πᾶσαν ψυχὴν ἀνθρώπου, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·" Χριστοῦ γε μὴν ἐναργῶς καὶ ἀναφανδὸν εἰρηκότος, "Ὃς ἐὰν οὖν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης." {Β.} Πάμμεγα καὶ δύσοιστον ἀληθῶς τῶν τοιούτων τὸ κρίμα. Ἐμπαροινοῦντες γὰρ ἀδελφοῖς καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνουσι. Τίς δὲ ἄρα καὶ τουτοισὶ λόγος; {Α.} Ἀλογία μὲν οὖν τὸ χρῆμα, καὶ εἰ λέγοιτο πρὸς αὐτῶν δόξα τε καὶ λόγος ἃ φρονεῖν ἐγνώκασι. Φαίην δ' ἂν ὡς ἥδιστά γε φιλοπευστοῦντί σοι· οἱ μὲν γὰρ εἰς ἀχάλινον 632 ἀπονενευκότες θράσος καὶ γυμναῖς ἤδη πως ταῖς ἀναιδείαις χρώμενοι, κτιστόν τε καὶ γενητὸν τὸ τοῦ Θεοῦ Πνεῦμά φασιν. Ἕτεροι δὲ αὖ, τὸ παχὺ τῆς δυσφημίας οἱονεί πως ἀπολεπτύνοντες, ἐπερυθριῶσι μέν που κατὰ τὸ εἰκὸς τῇδε τῇ δόξῃ, διατορνεύοντες δὲ πρὸς ἀστειοτέραν πλάνησιν τὸν ἐπ' αὐτῷ λόγον, Θεὸν μὲν οὐκ εἶναί φασιν, οὐσίας δὲ τῆς ἀνωτάτω κατακομίζοντες ἀμαθῶς, μονοειδές τε εἶναι πιστεύουσι, καὶ ἰδίαν τινὰ καὶ μέσην ἀποτεμέσθαι φύσιν, ἣ μήτε εἰς λῆξιν ἥκει τὴν ἀνωτάτω, καὶ τὸ ὑπερκεῖσθαι πολὺ τὸ τῆς κτίσεως μέτρον διέλαχέ τε καὶ ἐκληρώσατο. {Β.} Καὶ τίς ἂν εἴη λοιπὸν ἡ τοιάδε φύσις ἣ μήτε Θεός ἐστι μήτε μὴν κτίσις; Τὸ μεσολαβοῦν γὰρ οἶμαι παντελῶς οὐδέν. Μία γὰρ ἡ τελεωτάτη μεταξὺ διαφορά, διϊστᾶσα ταῖς φύσεσι Θεό
Dial.7 rem early§dialogue-7-rem-early
dialogue-7-rem-earlyRem early: blasphemy against the Spirit and temple-of-the-Spirit language mark personal deity.
Greek · §dialogue-7-rem-early
ν τε καὶ κτίσιν, καὶ οὐδὲν ἕτερον ἔν γε τοῖς εἶναι πεπιστευμένοις ἢ ὅτι ταυτὶ καὶ μόνα καταθρήσαι τις ἄν. Ἢ πέρα τι τούτων αὐτὸς ὅτι χρὴ προσίεσθαι διανοῇ; {Α.} Ἥκιστα μὲν οὖν, ὦ ἑταῖρε· πάντα γὰρ δι' Υἱοῦ πεποιῆσθαί φησιν ἡ θεόπνευστος Γραφή· ὥστε, εἴ τι τῶν ὄντων ἁπάντων ἀπονοσφίζοιτο φυσικῶς, διαδιδράσκοι ἂν καὶ τὸ ἐπὶ τῷ πεποιῆσθαι σμικροπρεπές, φύσεως δὲ τῆς ἰδίας ὑπεροχῇ, Θεὸς ὑπάρχον γνωρίζεται· ἀπολισθήσειε δ' ἂν οὔτι που τἀληθοῦς ἡμῖν καὶ τὸ ἔμπαλιν. Εἰ γὰρ μήτι Θεὸς κατὰ φύσιν, ἔσται που πάντως ἐν γενητοῖς. Ἢ τοίνυν ἀνακομιζόντων ὑψοῦ τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα, καὶ ἀσυναφὲς οὐσιωδῶς ὁμολογούντων τῇ κτίσει, ἢ τῶν ἀνω τάτω καὶ ὑπερτάτων αὐτὸ κατασύροντες θρόνων, κατα λογιζέσθων ἐν γενητοῖς. Τόπος γὰρ ἢ λόγος φύσεως ἡμῖν ἑτέρας οὐδεὶς παρεισβέβληκε μεταξύ, τὸ πρὸς ἄμφω συγγενὲς ἀρνούμενος. Τὸ γάρτοι φάναι μονοειδὲς τὸ Πνεῦμα, καὶ δόξαν ἀνάπτειν αὐτῷ τὴν ἐπὶ τῷδε δοκεῖν, πῶς οὐχ ἕωλον παντελῶς, καίτοι πλείστων ὅσων ἡμῖν, καὶ εἰ τελοῖεν ἐν κτίσμασι, τὸ μονοειδὲς ἐχόντων ἐφ' ἑαυτοῖς; Εἷς γὰρ ἥλιος, καὶ μία σελήνη· γῆ δὲ οὐχ ἑτέρα παρὰ τὴν οὖσαν· μία δὲ αὖ καὶ ἡ παντὸς ὕδατος φύσις, τὸ μονοειδὲς ἀποσῴ ζουσα, κἂν εἰ ταῖς ποιότησιν ἕποιτο τὸ παρηλλάχθαι δοκεῖν. Ἀμαθίας οὖν ἄρα καὶ μειρακιώδους ἐπίκλημα φρενὸς τὸ καταχρυσοῦν οἴεσθαί τινας καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανοῦν ταῖς οὕτω ψυχραῖς εὑρεσιλογίαις τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοῖς τῆς κτίσεως μέτροις ἐγκατακλείειν ἀπο τολμᾶν, οὐκ ἀσυγκρίτοις ὑπεροχαῖς διεσχοινισμένον καὶ 633 ἀνεστηκὸς αὐτῆς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, καὶ μὴν καὶ ὁ Υἱός, ἀλλ' εἰς ὀκλάζουσάν τε καὶ ὑφιζάνουσαν φύσιν, καὶ τόπον οὐδένα παντελῶς ἔν γε τοῖς οὖσιν εὑρίσκουσαν ἀνοσίως ἐκβεβιασμένον. {Β.} Τί οὖν εἰ λέγοιεν· Ποῦ Θεὸς ὠνόμασται τὸ Πνεῦμα τὸ ἅγιον; {Α.} Εἴρηται δὲ ὅποι καὶ ὑπὸ τοῦ, λέγε, τοῖς πεποιημένοις ὁμογενές, τὸ Πατρὶ καὶ Υἱῷ συντε
Dial.7 rem mid§dialogue-7-rem-mid
dialogue-7-rem-midRem mid: procession from the Father and the Spirit’s own work in creation and sanctification without making him a third unlike substance.
Greek · §dialogue-7-rem-mid
νουμένων ἓν εἶναί τι τὴν ἐλευθερίαν, τὸ μέγα καὶ ὑπὲρ κτίσιν ἀξίωμα· δοῦλον γάρ, εἴ τι παρῆκται πρὸς γένεσιν. {Β.} Λογιοῦνται τυχόν. {Α.} Αὐτὸ τοιγαροῦν τὸ διακονοῦν οὐκ ἐλεύθερον φυσικῶς, εἴπερ ἑαυτῷ διακονεῖ μὲν οὐδέν, διαπορθμεύει δὲ μᾶλλον εἴς τινας τὴν παρ' ἑτέρου του χάριν· ἢ οὐκ ἀνάγκη τὸ διακονοῦν τε καὶ μέσον, οὐκ αὐτόχρημα νοεῖσθαι τὸ διακο νούμενον; {Β.} Ἀνάγκη. {Α.} Πῶς οὖν ὁ Κύριος τὸ Πνεῦμά ἐστιν, εἰ τῆς ἐλευθέρας δόξης τητώμενον, τὸ δοῦλόν που πάντως καὶ ὑπὸ ζυγὸν οὐ διέδρα μέτρον; Καὶ εἰ μὲν ἔστιν ἐν δόξῃ θεότητος φυσικῇ, 646 διακονεῖ μὲν οὐκ ἔτι, πολλοῦ γε καὶ δεῖ, διανέμει δὲ μᾶλλον καὶ εἰς ἡμᾶς αὐτοὺς ὡς ἔμφυτον ἀγαθὸν τὴν ἐλευθερίαν. Εἰ δὲ τοῦ κατὰ φύσιν εἶναι Θεὸς παρώλισθεν ἀληθῶς, γεγράψεται μὲν ἐν διακόνοις καὶ ὑπουργοῖς· διακονήσει δὲ τὸ ἀλλότριον, καὶ διακομίσει τοῖς ἀξίοις τὸ μεῖζον ἢ καθ' ἑαυτό. Παραχωρήσει γάρ, οἶμαι, τοῖς ἐκ Θεοῦ τὸ νικᾶν. Ἀμείνους οὖν ἤδη λοιπὸν καὶ ἡμεῖς αὐτοὶ τοῦ ἁγίου Πνεύματος, τῇ ὑπὲρ τοῦτο καταχρυσούμενοι δόξῃ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ, κἂν εἰ πλείστην ὅσην τὴν ἀποπληξίαν ἡμῖν ἀρρωστοῖεν οἱ λόγοι; {Β.} Καὶ μάλα. {Α.} Ἴωμεν δὲ καὶ δι' ἐννοιῶν ἑτέρων ἰχνηλατοῦντες τὸ ἀληθές. Οἱ βασιλεῖς τῆς γῆς, εἴ πή τινας ἕλοιντο τῶν ἐπιτηδείων, ἤγουν τῶν ἐξ αἵματός τε καὶ γένους, τῇ σφῶν αὐτῶν κατακαλλύνειν τιμῇ, καὶ τῇ βασιλίδι στεφανοῦν εὐκλείᾳ, τίνα δὴ τρόπον ὡς ἄριστά τε καὶ ἐπιεικέστατα ταυτὶ δρῷεν ἄν; {Β.} Ταῖς ἀνωτάτω που πάντως τιμαῖς ὑπεραίροντες. {Α.} Τὴν οὖν βασιλίδα τιμήν τε καὶ δόξαν, ὑφ' ἧς στεφα νούμενος ἑαυτοῦ τε καὶ ἑτέρων ὑπερφέροιτ' ἄν τις, πότερα λογιεῖ τοῦ τετιμημένου κρείττονα καὶ προφερεστέραν, ἤγουν ἐν ἴσῳ τυχὸν ἢ ἐν μείοσιν; {Β.} Ἀμείνω δηλονότι καὶ προφερεστέραν· καταφαιδρύνει γὰρ οὕτω τὸ τιμώμενον. Οὐ γάρ τοι τὸ τῆς τινος δόξης ἡττώμενον καὶ κατόπιν ἰόν, εἰ προσγένοιτό πως αὐτῷ, λαμπρότερον ἀπο
Dial.7 rem close CLOSEOUT§dialogue-7-rem-close
dialogue-7-rem-closeRem CLOSEOUT: the Holy Spirit is God and from God by nature. With Dialogues 1–7 tipped, the Trinity Dialogues series closes. SERIES CLOSEOUT.
Greek · §dialogue-7-rem-close
ργεῖ τῷ Θεῷ. Ὥστε, εἴπερ τῷ κατὰ μέθεξιν καὶ ἐναυλισμὸν ἑαυτὸ χαρίσαιτο, σοφόν που πάντως ἀποτελεῖ δι' ἑαυτοῦ, καὶ τῆς ἀνωτάτω φύσεως ἀποπληροῖ τὴν ἔν γε τούτῳ πάλιν ἐνέργειαν. Καὶ γοῦν πρὸς Μωσέα μὲν ἔφη τὸν ἱεροφάντην ὁ πάντα ἰσχύων Θεός· "Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός·" Καὶ μὴν καὶ ἑτέρωθι δι' ἑνὸς τῶν προφητῶν περὶ τῆς Ἰουδαίων ἀγέλης ὅτι "Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως πιστεύσουσιν." Ἐν δέ γε ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ χρῆμα πράττεται· "Καὶ ἤρξαντο γάρ, φησί, λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς." Χριστοῦ δὲ αὖ λέγοντος τοῖς ἰδίοις μαθηταῖς ὡς ἀχθήσονται μὲν ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, ἥκιστα δ' ἂν αὐτοὺς δεδιέναι πρέποι· "Μὴ γὰρ δὴ μεριμνᾶτε, φησί, τί εἴπητε ἢ τί λαλήσητε. Ἐγὼ γὰρ δώσω ὑμῖν γλῶτταν τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ φύσει," τὸ Γράμμα τὸ ἱερὸν ἐκπεπεράνθαι φησὶ τοῖς ἁγίοις τὴν ὑπόσχεσιν. Αὐτὸς γὰρ ἔφη Χριστός· "Οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν." Πῶς οὖν ἔτι κτιστὸν καὶ πεποιημένον καὶ τῆς ἀνωτάτω φύσεως ἐν δευτέροις καὶ ἐν ὑφέσει λοιπὸν τὸ ὡς σοφία σοφοῦν, καίτοι σοφίας ὄντος τοῦ Θεοῦ; Πῶς δὲ τὸ πάντα εἰδὸς καὶ τὰ βάθη τοῦ Θεοῦ πολυπραγμονοῦν τοῖς οὐκ εἰδόσι τὰ ἐν Θεῷ συντε τάξεται, καὶ δουλοπρεπῆ τὴν δόξαν ἐφ' ἑαυτῷ πρὸς ἡμῶν εἰσδέξεται, καίτοι τοῦ Σωτῆρος λέγοντος ἐναργῶς· "Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος;" Εἰδὸς οὖν ἄρα τὸ Πνεῦμα τὰ ἐν Θεῷ καὶ Κυρίῳ τῷ κατὰ φύσιν, πῶς οὐκ ἐλεύθερον καὶ ὑπὲρ τὴν κτίσιν; Πῶς δὲ οὐχὶ τὸ ὑπὲρ τὴν κτίσιν τῇ τῆς οὐσίας ταὐτότητι συντετάξεται μὲν τῷ Θεῷ καὶ Πατρί, συντετάξεται δὲ αὖ τῷ Υἱῷ; ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν αὐτῷ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.