Dialogues on the Holy Trinity, Dialogue 4 · §dialogue-4-rem-mid

Dial.4 rem mid

Rem mid: what is made has a beginning of being; the coeternal Son does not enter being as works do.

Greek

ἀμείνονος ἀποστερῶν τὴν κτίσιν; {Β.} Ἀλλ' οὐκ εἰσάπαν, φησίν, ἀεργὸς ὁ Πατήρ· συνεργά ζεται γὰρ τῷ Υἱῷ, καὶ συνυφίστησι τὰ λοιπά. {Α.} Τίνα δὴ ἄρα τὴν παρὰ τοῦ Υἱοῦ πρὸς τοῦτο ἔχων 525 συνεισφοράν; Ἆρ' ὡς ἀμείνω τῆς ἐνεργείας τῆς ἑαυτοῦ, ταύτῃ τοι καὶ χρειωδῶς ταῖς ἑαυτοῦ κινήσεσιν, ἤγουν ἀναγκαίως παρειλημμένην, ἢ ὡς ἐλάττονα καὶ ἐν χείροσι, καὶ οὐκ ἀναγκαίως εἰσδεδεγμένην; Εἰ μὲν οὖν ὡς ἀμείνω καὶ χρειωδῶς, περιττολογία τοῦτό γε, μᾶλλον δὲ ἤδη καὶ δυσφημία. Τὸν γὰρ ἐξ οὗ πέφηνεν ὁ Υἱὸς ὑπερκείσεταί που, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν, καὶ χρείαν αὐτῇ καὶ τὸ ἄμεινον ἀναπληρῶν. Εἰ δ' αὖ ὡς αἰσχίονα καὶ οὐκ ἀναγκαίαν, ἀκαλλεστέραν δὲ ὥσπερ ἀποφαίνουσαν τὴν δημιουργίαν, τί τὸ ἀναπεῖθον, εἰπέ μοι, συνεργάζεσθαι τῷ Υἱῷ; Ἢ πῶς οὐκ ἐρεῖ τις διαμελλήσας οὐδὲν ὡς κατημέλησε μὲν οὐκ οἶδ' ὅπως τοῦ ἀμείνονος ὁ Πατήρ, τὸ δὲ οὐχ οὕτως ἔχον ἠθέλησε κρατεῖν, παρωσάμενος μὲν ἤγουν κατοκνήσας τὸ αὐτουργεῖν ἑλέσθαι περὶ τὴν κτίσιν, δι' οὗ δὴ καὶ μόνου τὸ ἀκραιφνὲς ἦν αὐτῇ κατασημαίνεσθαι κάλλος, συνεισδεξάμενος δὲ τὸν Υἱόν, ἵνα μὴ ἄκρατον καὶ ἀσυμμιγὲς τοῦ χείρονος λάχοι τὸ παρῆχθαι μακαρίως καὶ ἐλθεῖν εἰς ὕπαρξιν. {Β.} Ἀλλ' οὐκ ἂν ὑπέστη, φησί, ἡ γενητὴ φύσις τὴν ἄκρατον αὐτουργίαν τοῦ Πατρός, ἦν δὲ καὶ ἑτέρως ἀπίθανον τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπερτάτην ὑπεροχὴν καὶ μέχρι τῶν ἄγαν εὐτελεστάτων κατακομίζεσθαι δεῖν. {Α.} Καὶ μὴν τοῦτό γέ ἐστι κιβδήλου καὶ βδελυρᾶς ἀπό βρασμα φρενός. Ἦ γὰρ οὐκ ἄσοφον ἐννοεῖν ὡς εἴπερ ἦν ἀληθῶς φορτικὴ καὶ διαβριθής, ἤγουν ἀπρόσιτος παντελῶς ἡ τοῦ Πατρὸς αὐτουργία γενητῇ καὶ πεποιημένῃ φύσει, τρυφερὰν καὶ εὐάντητον καὶ οἰστὴν γενέσθαι μόνῳ τῷ Υἱῷ, καίτοι κατ' ἐκείνους ὁμοφυᾶ τοῖς κτίσμασι λαχόντι τὴν φύσιν; Τὸ γὰρ ἅπαξ ἀνύποιστον γενητοῖς οὐδ' ἂν ἑνὶ γένοιτο φορητόν, κἂν ὑπερκεῖσθαι δοκεῖ, καὶ διαφερόντως ἄμεινον νοοῖτο τῶν ἄλλων. Τὸ δὲ δὴ καὶ

About this text

Cyril of Alexandria, Dialogue 4 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.

English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 4 CLOSEOUT.

Witnesses

  • Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.