Dial.4 rem early
Rem early: Proverbs and Pauline “firstborn” language handled so as not to make the Son a product of will as creatures are.
Greek
χρόνῳ τὴν ὕπαρξιν. Τὸ γὰρ γενητὸν οὐκ ἄναρχον, οὔτε μὴν χρόνου παντὸς πρεσβύτερον. {Β.} Ὡς δεινόν γε, ὦ τᾶν, τὸ χρῆμα, καὶ δυσδιάφυκτος ἀληθῶς ἡ τῆς δυσσεβείας γραφή. {Α.} Εὐδιάφυκτος μὲν οὖν· ἐφεῖται γὰρ δὴ τοῖς ἐθέλουσιν εὐκόλως ἀποφοιτᾶν, καὶ τὸν ὀλετῆρα καὶ φθόρον τῶν δι' ἐναντίας διωθεῖσθαι λόγον, τὸ χρῆναι νικᾶν ἀπονέμουσιν εὐσεβῶς ταῖς τῶν ἁγίων φωναῖς. Ποιητὴν μὲν γὰρ οὐδαμῶς τοῦ Μονογενοῦς, Πατέρα δὲ μᾶλλον γεννητικῶς κεχρησ μῳδήκασι τὸν Θεὸν οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς, παρὰ τοῦ τὴν ἰδίαν οὐκ ἠγνοηκότος φύσιν, φημὶ δὴ Χριστοῦ. Ἔφη γάρ που πρὸς αὐτούς· "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου." Καὶ μὴν καὶ μυσταγωγοὺς ἀποφαίνων αὐτοὺς ἀπλανεῖς τε καὶ ἀληθεῖς, "Πορευθέντες, ἔφη, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος." Ἔνθα δὲ Πατὴρ ἀληθῶς, καὶ γέννησις, καὶ μὴν καὶ Υἱός, οὐκ εἰσποιητὴν ἔχων τὴν τῆς υἱότητος δόξαν, ἀλλ' οὐσιώδη καὶ ἐκ Πατρός, ποῖον ἂν ἔχοι τόπον, ἡ ἐπὶ τῷ πεποιῆσθαι συκοφαντία; {Β.} Οὐδένα, καθάπερ ἐγᾦμαι. {Α.} Μὴ γὰρ δή τινες ὅλως τῶν ὀρθότητος ἐπιμελητῶν, εἰς τοῦτο ἡκόντων σκαιότητος λογισμῶν ὡς οἴεσθαι δεῖν ἡμᾶς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀπωτάτω ποιεῖσθαι τὴν ἀπότεξιν, ἤτοι τὸ τῆς γεννήσεως χρῆμα, κατερυθριῶντας ἀμαθῶς μὴ ἄρα τι καὶ πάθοι τῶν ἀβουλήτων ἐφ' ἑαυτῇ, καὶ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπενεχθεῖσα κάμοι. Ἐπιφημίζουσι γὰρ τῶν ἀσυνέτων τινὲς ἀποτομὰς αὐτῇ, καὶ τὴν θρυλλουμένην ἀπορροήν, οἳ καὶ σφᾶς αὐτοὺς διαλε λήθασί πως τοῖς τῆς ἀπωλείας ἐνιέντες βόθροις, οἵ γε τὴν 506 ἀπόρρητον καὶ παντὸς ἐπέκεινα νοῦ τοῦ Θεοῦ φύσιν, εἰ ἀπογεννῶσα φαίνοιτο καί τι τάχα που καὶ παθεῖν τῶν τοιούτων ὑπειλήφασιν, ἠγνοηκότες παντελῶς τί μέν ἐστι κατὰ φύσιν τὸ ἀσώματον, τί δὲ αὖ τὸ σῶμα καὶ τὰ σωμάτων. Μερισμοῦ μὲν γὰρ ἤγουν ἀπορροῆς καὶ ἀποτομῆς ἀνεπί δεκτον παντελῶς τὸ ἀσώματον, πρέποι δ' ἂν
About this text
Cyril of Alexandria, Dialogue 4 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.
English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 4 CLOSEOUT.
Witnesses
- Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.