Kephalaion 6 rem mid
Rem mid: Kephalaion 6; lemma continues; spiritual reading with the letter.
Greek
καθόλου καὶ γενικωτάτη δίκη διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως ἡ φθορὰ καὶ ὁ θάνατός ἐστιν· ὁμοίως ἡ κατὰ πάντων καὶ γενικωτάτη λύτρωσις ἐν Χριστῷ τετέλεσται. ἀπεδύσατο γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ τὸν ἐπιῤῥιφέντα αὐτῇ θάνατον, διὰ τοῦ γενέσθαι φθαρτὸν τὸν πρῶτον ἄνθρωπον. ὁ δὲ ἑκάστου ἡμῶν πατὴρ, κἂν ἁγιασθῇ διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ κομίσηται τῶν πλημμελημάτων τὴν ἄφεσιν, οὐ παραπέμψει καὶ εἰς ἡμᾶς τὸ δῶρον. εἷς γάρ ἐστιν ὁ πάντας ἁγιάζων καὶ δικαιῶν καὶ ἀνακομίζων εἰς ἀφθαρσίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ εἰς πάντας ἐν ἴσῳ δι' αὐτοῦ καὶ παρ' αὐτοῦ τὸ δῶρον ἔρχεται. ἕτερον δέ ἐστιν ἁμαρτίας ἄφεσις, καὶ ἕτερον θανάτου λύσις. καὶ ἕκαστος μὲν τῶν ἰδίων πλημμελημάτων κερδαίνει τὴν ἄφεσιν ἐν Χριστῷ διὰ τοῦ Ἁγίου Πνεύματος· κοινῇ δὲ ἅπαντες ἀπαλλαττόμεθα τῆς ἐν ἀρχαῖς ἐπενεχθείσης ἡμῖν δίκης, τῆς τοῦ θανάτου φημὶ δραμούσης εἰς ἅπαντας, καθ' ὁμοιότητα τοῦ πρώτου πεσόντος εἰς θάνατον. διὰ τοῦτο γὰρ καὶ ὁ πάνσοφος
About this text
Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.
Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.