Solutions (to the Heads) · §k06-rem-early

Kephalaion 6 rem early

Rem early: Kephalaion 6; historia and theoria toward orthodox doctrine.

Greek

ἀπελεύσῃ," καὶ φθαρτὸς ἐξ ἀφθάρτου γέγονε, καὶ ὑπηνέχθη τοῖς τοῦ θανάτου δεσμοῖς. ἐπειδὴ δὲ εἰς τοῦτο πεσὼν ἐπαιδοποίησεν, οἱ ἐξ αὐτοῦ γεγονότες ὡς ἀπὸ φθαρτοῦ φθαρτοὶ γεγόναμεν. οὕτω καί ἐσμεν τῆς ἐν Ἀδὰμ κατάρας κληρονόμοι. οὐ γὰρ πάντως ὡς σὺν ἐκείνῳ παρακούσαντες τῆς θείας ἐντολῆς ἧς ἐδέξατο τετιμωρήμεθα, ἀλλ' ὅτι, ὡς ἔφην, θνητὸς γεγονὼς, εἰς τὸ ἐξ αὐτοῦ σπέρμα παρέπεμψε τὴν ἀράν· θνητοὶ γὰρ γεγόναμεν ἐκ θνητοῦ· ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς χρηματίσας δεύτερος Ἀδὰμ, καὶ ἀρχὴ τοῦ γένους ἡμῶν δευτέρα μετὰ τὴν πρώτην, ἀνεμόρφωσεν ἡμᾶς εἰς ἀφθαρσίαν, προσ 561 βαλὼν τῷ θανάτῳ, τῇ ἰδίᾳ σαρκὶ καταργήσας αὐτὸν, καὶ λέλυται τῆς ἀρχαίας ἀρᾶς ἡ δύναμις ἐν αὐτῷ. διὰ τοῦτό φησιν ὁ πάνσοφος Παῦλος, ὅτι ὥσπερ "δι' ἀνθρώπου ὁ "θάνατος, οὕτω καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν," καὶ πάλιν "Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω "καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." οὐκοῦν ἡ

About this text

Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.

Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.