Kephalaion 3 rem early
Rem early: Kephalaion 3; historia and theoria toward orthodox doctrine.
Greek
Κατ' εἰκόνα· τὴν δέ γε πρὸς Θεὸν ὁμοίωσιν ἐλάχομεν ἐν πρώτῃ κατασκευῇ, καί ἐσμεν εἰκόνες Θεοῦ. δεκτικὴ γὰρ, ὡς ἔφην, ἡ τοῦ ἀνθρώπου φύσις ἐστὶ καὶ ἀγαθότητος καὶ δικαιοσύνης καὶ ἁγιασμοῦ, καὶ τὴν ἐν τούτοις ἔφεσιν ἐγκαταβεβλημένην ἔχει παρὰ Θεοῦ. καὶ τοῦτο ἔστιν ἐντεῦθεν ἰδεῖν. ἡ ἐκτροπὴ γέγονε τῇ ἀνθρώπου διανοίᾳ, οὐκ ἀπό γε τῶν φαύλων εἰς τὸ ἀγαθὸν, ἀλλ' ἐκ τοῦ ἀγαθοῦ πρὸς τὸ φαῦλον. πρῶτον οὖν ἐκεῖνο προϋποκεῖσθαι χρὴ, ὃ δὴ καὶ ἀφέντες ἐκτετράμμεθα. ὅτι γὰρ ἐνεσπάρη τῇ τοῦ ἀνθρώπου ψυχῇ ἐκ πρώτης κατασκευῆς παντὸς ἀγαθοῦ ἔφεσις τε καὶ προθυμία καὶ γνῶσις, σαφηνιεῖ λέγων ὁ πάνσοφος Παῦλος "Ὅταν γὰρ ἔθνη τὰ "μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιοῦσιν, οὗτοι νόμον "μὴ ἔχοντες ἑαυτοῖς εἰσὶ νόμος, οἵτινες ἐνδείκνυνται τὸ "ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμ"μαρτυρούσης αὐτῶν τῆς συνειδήσεως." εἰ δὲ καὶ τοῖς ἔθνεσι τοῖς ἔξω νόμου, φυσικῶς ἔνεστι τὸ εἰδέναι νόμον, ἤτοι τοῦ νομοθέτου τὸν σκοπόν· δῆλον ἔσται παντί τῳ λοιπὸν, ὅτι δικαία καὶ ἀγαθὴ γέγονεν ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις, 556 καὶ
About this text
Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.
Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.