Solutions (to the Heads) · §k03-open

Solutiones Kephalaion 3 opening

Kephalaion 3.

Lemma-led open — Λάβετε Πνεῦμα Ἅγιον.

Greek

λέγων "Λάβετε Πνεῦμα Ἅγιον." ἀνανέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς, καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ γέγονεν, ἀναμορφοῦν ἡμᾶς εἰς ἁγιασμὸν τὸν πρῶτον, καὶ ἀνακομίζον τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις, εἰς τὸν ἄνωθεν καὶ ἐν πρώτῃ κατασκευῇ δοθέντα ἡμῖν ἁγιασμόν. Εἰ ἕτερον τὸ κατ' εἰκόνα καὶ ἕτερον τὸ καθ' ὁμοίωσιν ἢ ταὐτόν· φασὶ γὰρ, ὅτι τὸ μέν Κατ' εἰκόνα ἐλάβομεν εὐθὺς κτισθέντες, τὸ δέ Καθ' ὁμοίωσιν, οὔ, τετήρηται δὲ παρ' ἡμῖν εἰς αἰῶνα τὸν μέλλοντα. διὸ, φησὶ, γέγραπται "Ὅταν ὁ Χριστὸς φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα." καὶ πάλιν εἴρηται, φησίν "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' "ὁμοίωσιν ἡμετέραν," καὶ μετὰ τὴν τοῦ ἀνθρώπου δημιουργίαν εἴρηκε "Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα ἑαυτοῦ ἐποίησεν "αὐτὸν," σιωπήσας ἐνταῦθα τό Καθ' ὁμοίωσιν, ἵνα δείξῃ, φησὶ, μήπω ἡμᾶς τοῦτο δεδέχθαι, τετηρῆσθαι δὲ ἡμῖν ἐν τῇ μακαρίᾳ ἐκείνῃ ζωῇ. 555 ΕΠΙΛΥΣΙΣ. Εἰ μὲν ἕτερον καὶ ἕτερον εἶναί φασι τό Κατ' εἰκόνα, καὶ καθ' ὁμοίωσιν, διδασκέτωσαν τὴν διαφοράν. διακείμεθα γὰρ ἡμεῖς, ὡς οὐδὲν ἕτερον τό Κατ' εἰκόνα δηλοῖ, πλὴν ὅτι Καθ' ὁμοίωσιν, καὶ ὁμοίως τό, καθ' ὁμοίωσιν, τὸ καί

About this text

Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.

Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.