Solutions (to the Heads) · §k01-rem-mid

Kephalaion 1 rem mid

Rem mid: Kephalaion 1; lemma continues; spiritual reading with the letter.

Greek

γραφὴ, πρὸς ἡμᾶς λαλοῦσα τὰ περὶ αὐτοῦ, ἰστέον ὅτι ἐξ ὧν ἴσμεν τε καὶ πεφύκαμεν εἶναι πρὸς ἡμᾶς διαλέγεται. οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν δύνασθαι τὰ περὶ Θεοῦ. αἰτία τοίνυν καὶ πρόφασις ἀληθὴς τοῦ σωματικῶς περὶ Θεοῦ τοὺς πρὸς ἡμᾶς ποιεῖσθαι λόγους τὴν θεόπνευστον γραφὴν, καὶ νοῦ καὶ γλώττης ἐν ἡμῖν ἡ πτωχεία. ἄῤῥητα γὰρ παντελῶς τὰ περὶ αὐτοῦ· καὶ οὐκ ἦν συνιέναι τι τῶν ἀναγκαίων δύνασθαι τοὺς ἐν ἁπτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ ἐν τάξει παραδειγμάτων τὰ ἑαυτῶν δεχόμενοι μέλη, μόλις οὕτως ἄνιμεν εἰς ἐννοίας ἰσχνὰς τὰς περὶ Θεοῦ. 551 Ἔκτισεν ὁ Θεὸς ἐκ γῆς τὸν ἄνθρωπον "καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον "αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν." καὶ οἱ μὲν ὑπὸ τοῦ ἐμφυσήματος τὴν ψυχὴν λέγουσι δεδημιουργῆσθαι, ὡς ὑπὸ χειρῶν τὸ σῶμα· οἱ δὲ

About this text

Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.

Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.