Kephalaion 1 rem early
Rem early: Kephalaion 1; historia and theoria toward orthodox doctrine.
Greek
ἐν εἴδει περιγράπτῳ. 550 τὸ δὲ οὕτως ἔχον ἐν ἰδίᾳ φύσει, πῶς ἂν ἐκ μορίων νοοῖτο καὶ μελῶν; εἰ γάρ τις δοίη τοῦτο ὑπάρχειν ἀληθὲς, ἀσώματον οὐκ ἔτι νοεῖται. τὸ γὰρ ὅλως ἐν σχήματι, πάντως που καὶ ἐν ποσῷ, τὸ δὲ ἐν ποσῷ καὶ ἐν τόπῳ· καὶ τὸ ἐν τόπῳ νοούμενον, οὐκ ἔξω περιγραφῆς. ταῦτα δὲ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως ἀλλότρια παντελῶς. οὔτε τοίνυν ὀφθαλμοὺς ἢ ὦτα, οὔτε μὴν χεῖράς τε καὶ πόδας ἢ πτέρυγας ἐπὶ Θεοῦ νοητέον, κἂν εἰ μή τις ἕλοιτο τυχὸν ὡς ἐν ἁπτοῖς καὶ παχέσι σώμασι τὰ τοιάδε νοεῖν, ἀλλ' ὡς ἐν ἰσχνῷ καὶ ἀΰλῳ, καὶ κατά γε τὴν τοῦ Θεοῦ φύσιν· εὔηθες γὰρ παντελῶς τὸ βούλεσθαί τι τοιοῦτον ἐννοεῖν. πνεῦμα γὰρ ὁ Θεός· καὶ τοῦτο ὑπάρχων, πάντων ἔχει τὴν γνῶσιν, ἐφορᾷ πάντα καὶ κατασκέπτεται, λανθάνει δὲ αὐτὸν τῶν ὄντων οὐδέν. εἰ δὲ μορίων ἤτοι μελῶν ἡ θεία μέμνηται
About this text
Cyril of Alexandria, Solutions (Greek). SERIES on this page: Kephalaia 1–9 CLOSEOUT.
Original English Translation of Cyril’s Solutiones — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.