Answers to Tiberius · §q03-open

Responsiones Question 3 opening

Question 3.

Lemma-led open — Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ

Greek

Πρὸς τοὺς λέγοντας, ὅτι ἠγνόησεν ὁ Υἱὸς τὴν ἐσχάτην ἡμέραν. ΕΠΙΛΥΣΙΣ. Φασὶ γεμὴν καὶ ἑτέρους ἀκούσαντας λέγοντος τοῦ Χριστοῦ "Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ "οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ πατὴρ" μόνος, ἀσυνετώτατα λέγειν, μὴ εἰδέναι κατὰ ἀλήθειαν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, μήτε 584 τὴν ὥραν μήτε τὴν ἡμέραν ἐκείνην, ἵνα τοῖς ἀγγέλοις συντάττηται, καὶ κατὰ μηδένα τρόπον διαφέρειν δοκῇ τῶν δι' αὐτοῦ γεγονότων. εἶτα πῶς ἐν ἴσῃ τάξει τε καὶ φύσει ποίημα καὶ ποιητής; πῶς δὲ οὐκ ἄπορον τὸ μεσολαβοῦν; ὁ μὲν γάρ ἐστι πάντων ἐπέκεινα, τὸ δὲ, ἐν τοῖς πᾶσιν. εἰ δὲ οἴονται κατὰ ἀλήθειαν ἠγνοηκέναι τι Χριστὸν, καθ' ὃ νοεῖται Θεὸς, ἔξω φέρονται σκοποῦ, καὶ τρέχουσι κατὰ πετρῶν, καὶ τὸ κέρας ἐγείρουσι κατὰ τῆς δόξης αὐτοῦ. εὑρεθήσεται γὰρ, ἂν οὕτως ἔχῃ καθά φασιν αὐτοὶ, οὐδὲ ὁμοούσιος ἔτι τῷ Θεῷ καὶ Πατρί. εἰ γὰρ οἶδε μὲν ὁ Πατὴρ, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς ἴσος ἔσται αὐτῷ, ἤγουν ὁμοούσιος; δεῖ γὰρ πάντως ἐν μείοσιν εἶναι τοῦ εἰδότος τὸ μὴ εἰδός. καὶ τὸ ἔτι τούτων παραλογώτερον,

About this text

Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.

English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.

Witnesses

  • Copy-text PG — Responsiones ad Tiberium (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.