Answers to Tiberius · §q02-rem-close

Question 2 rem close

Rem CLOSEOUT: Question 2 CLOSEOUT.

Greek

Υἱὸς, τὸ πάντα φημὶ πληροῦν καὶ εἶναι πανταχοῦ καὶ οὐδενὸς ἀπολιμπάνεσθαι, ἑτεροφυὴς ἄρα παρ' αὐτόν ἐστιν. ἐκπίπτουσι τοίνυν εἰς τὴν τῶν Ἀρειανῶν πεπλανημένην δόξαν οἱ ταῦτα περὶ αὐτοῦ τολμῶντες λέγειν. εἰ μὲν γὰρ πεπιστεύκασιν ἀληθῶς ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν πέφηνεν ὁ Υἱὸς, τί μὴ νέμουσιν αὐτῷ τὰ τῇ θείᾳ πρέποντα φύσει; εἰ δὲ ὄνομα μὲν αὐτῷ τὸ τοῦ Θεοῦ περιπλάττουσιν, ἀποστεροῦσι δὲ τῶν τῆς θεότητος ἀξιωμάτων, ἠγνοήκασιν ὅτι καταφέρουσιν ἐν κτίσμασι τὸν ποιητὴν, καὶ τῇ τῶν γεγονότων μοίρᾳ τάττουσι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον· οὐκοῦν ἦν μὲν ἐπὶ γῆς ὁρώμενος κατὰ σάρκα ἄνθρωπος, πλήρεις δὲ ἦσαν καὶ οὕτω τῆς θεότητος αὐτοῦ οἱ οὐρανοί. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα Θεὸς ὢν ὁ Λόγος.

About this text

Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.

English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.

Witnesses

  • Copy-text PG — Responsiones ad Tiberium (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.