Answers to Tiberius · §q01-rem-mid

Question 1 rem mid

Rem mid: Question 1; lemma continues; spiritual reading with the letter.

Greek

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 1 ἡμέρας καὶ "ἕως τῆς συντελείας τοῦ αἰῶνος." εἰ δὲ μεθ' ἡμῶν ἐστι, κενοί που πάντως καὶ νῦν εἰσὶ τῆς, ὡς αὐτοί φασιν, υἱοτικῆς ὑποστάσεως οἱ οὐρανοὶ, καὶ τὸν τοῦ Πατρὸς κόλπον ἀφεὶς τοῖς ἐπὶ γῆς ἥδιον μᾶλλον συνδιαιτᾶται. ταῦτα γὰρ ἐκεῖνοι ψυχρολογοῦσιν, ὡς ἔφην. εἶτα τίς τῆς ἐκείνων ἀβελτερίας ἀνέξεται; ἢ τίς τῶν νουνεχεστέρων οὐκ ἂν αὐτοῖς ἀμφιλαφὲς ἐπιστάξῃ δάκρυον, οἵ γε τὰς ἱερὰς καὶ θείας ἠγνοηκότες γραφὰς τὸ εἰς νοῦν ἧκον ἀβασανίστως ἐρεύγονται, καὶ τῶν ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων ἐκπίπτουσι; τί τῷ Φιλίππῳ περὶ τοῦ Πατρὸς λέγοντι προσπεφώνηκεν ὁ Υἱός; "Οὐ "πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστίν;" οὐκοῦν ἀμήχανον εἶναί ποτε δίχα τοῦ ἑτέρου τὸ ἕτερον· ἀλλ' ἔνθαπερ ὁ Πατὴρ εἶναι νοοῖτο· ἔστι δὲ πανταχοῦ· ἐκεῖ που πάντως καὶ ὁ Υἱὸς, καὶ ἔνθαπερ ἂν ὁ Υἱὸς, ἐκεῖ καὶ ὁ Πατήρ. εἰ γάρ ἐστιν ἀπαύγασμα τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ Λόγος 580 αὐτοῦ καὶ σοφία καὶ δύναμις, πῶς ἐνδέχεται δίχα λόγου καὶ σοφίας καὶ δυνάμεως νοεῖσθαί ποτε τὸν Πατέρα; πῶς δὲ ἡ σοφία τοῦ Θεοῦ καὶ Λόγος αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ νοοῖτ' ἄν ποτε δίχα τοῦ Πατρός; ἢ πῶς οὐκ ἐνυπάρξει ποτὲ αὐτῷ ὁ χαρακτὴρ αὐτοῦ; πῶς δὲ καὶ ὁ χαρακτὴρ δίχα τοῦ Πατρὸς οὗ ἐστι χαρακτήρ; Ἀλλά φασιν ὅτι οὐ συναπτέον ὑπόστασιν ὑποστάσει, οὔτε τὰς ἐν μιᾷ οὐσίᾳ ὑπαρχούσας, καὶ τάχα που τὰ καθ' ἡμᾶς παρακομίζουσιν εἰς ἀπόδειξιν τῶν αὐτοῖς πεφλυαρημένων. Εἶτα πῶς οὐκ ἔδει νοεῖν αὐτοὺς, ὅτι τὰ τῆς θείας φύσεως

About this text

Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.

English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.

Witnesses

  • Copy-text PG — Responsiones ad Tiberium (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.