Question 1 rem close
Rem CLOSEOUT: Question 1 CLOSEOUT.
Greek
ἴδια καὶ ἐξαίρετα οὐ διὰ τῶν καθ' ἡμᾶς κανονίζεται μᾶλλον, ἀλλ' ἐν ἰδίοις εἰσὶ λόγοις, καὶ πίστει λαμβάνεται, περιεργοτέρων δὲ λογισμῶν οὐκ ἀνέχεται; μία γὰρ φύσις ἐστὶ τῆς ἀῤῥήτου θεότητος ἐν ὑποστάσει τρισί τε καὶ ἰδικαῖς, ἔξω δὲ τῶν καθ' ἡμᾶς ἐστὶ λόγων, καὶ τοῖς τῶν κτισμάτων ἔθεσιν οὐκ ἀκολουθεῖ. καὶ τοῦτο ἐκ πολλῶν ἔστιν ἰδεῖν. ἡμεῖς μὲν γὰρ πατέρες ἐσμὲν τῶν ἰδίων τέκνων κατὰ ἀπόῤῥοιαν καὶ μερισμόν. ἀναχωρεῖ γὰρ τὸ γεννώμενον εἰς ἰδικὴν ἑτερότητα τὴν εἰς ἅπαν καὶ ὁλοσχερῶς. ἀλλ' οὐχ οὕτως ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς γεννηθῆναί φαμεν τὸν Υἱόν· ἐξέλαμψε μὲν γὰρ τῆς οὐσίας αὐτοῦ, καὶ ἐξηυγάσθη φωτὸς δίκην, ἀλλ' οὐκ ἔξω γέγονεν αὐτοῦ, ἀλλ' ἐξ αὐτοῦ τέ ἐστι καὶ ἐν αὐτῷ· καὶ πρεσβύτεροι μὲν οἱ παρ' ἡμῖν πατέρες τῶν ἰδίων τέκνων· ἥκιστα δὲ τοῦτο ἀληθὲς ἐπὶ Θεοῦ. συνυφέστηκε γὰρ ἀεὶ τῷ Πατρὶ, καὶ συνάναρχον ἔχει τὴν ὕπαρξιν τῷ ἰδίῳ γεννήτορι, 581 ἵνα καὶ ἀεὶ φαίνηται Πατήρ. οὐ γὰρ ἦν ὅτε τοῦτο οὐκ ἦν. ἔστι τοίνυν ταὐτὸν μὲν τῷ Πατρὶ τῇ φύσει τὸ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, ἐν ἑτερότητι δὲ τῇ κατὰ υἱότητα μόνην. οὐ γάρ ἐστι Πατὴρ, ὅτι μηδὲ ἐκεῖνος Υἱός. πάντα τοίνυν πληρούσης, ὡς ἔφην, τῆς ἀνωτάτω πασῶν οὐσίας, ὅτι καὶ ὑπὲρ κτίσιν ἐστὶ καὶ νοῦν καὶ λόγον, μὴ βατταριζέτωσάν τινες, "τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στό"ματος Κυρίου," καθὰ γέγραπται, ἵνα μὴ παραλύοντες τὴν ἀλήθειαν ταῖς ἑαυτῶν ψυχαῖς τὴν τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσαν ἐπαντλήσωσι δίκην.
About this text
Cyril of Alexandria, Answers to Tiberius the Deacon (Greek). SERIES on this page: Questions 1–9 CLOSEOUT.
English follows lockable Greek for CPG 5232. Modern English syncs were not used as wording. Responsiones SERIES CLOSEOUT Questions 1–9.
Witnesses
- Copy-text PG — Responsiones ad Tiberium (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.