Psalm Ρʹ rem mid
Rem mid: Psalm Ρʹ; lemma continues; spiritual reading with the letter.
Greek
πρὸς παρανομίαν. Πολλὰ δὲ ταῦτα καὶ περὶ ἡμᾶς. Παρανομεῖ γάρ τις, ὅταν εἰς ἐπιθυμίαν ἐμπέσῃ τῶν οὐδὲν αὐτῷ προσηκόντων, καὶ γίνηται τῶν ἀλλοτρίων ἄδικος ἐραστής. Παρανομεῖ δὲ ὁμοίως ὁ σωματικαῖς ἡδοναῖς ἡττώμενος, καὶ τοῖς μοιχείας ἐγκλήμασιν ἔνοχος γεγονώς. Παραλύει νόμον ὁ καταλαλῶν ἀδελφοῦ, καὶ πλεονεκτῶν οὓς ἂν δύνηται τῶν ἀσθενεστέρων. Καὶ ἵνα μὴ καθ' ἕκαστον λέγων διατρίβω, πᾶν εἶδος φαυλότητος καὶ παρανομίας ἔγκλημα φέρει. Καὶ μετ' ὀλίγα· Ἀλλ' ἴσως ἐρεῖς· Ἆρ' οὖν ἀναμάρτητος ἦν; Εἶτα πῶς τοῦτό ἐστιν ἐφικτόν; Τὸ γὰρ ἐλεύθερον εἰς ἁμαρτίας τετήρηται, καὶ τὸ ἀναμάρτητον πρέπει μόνῳ τῷ ἐπὶ πάντων Θεῷ. "Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ." Καὶ μετ' ὀλίγα· Πῶς οὖν ἄρα νοῆσαι πρέπει τό· "Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον;" Οὐκ εἶπεν· Οὐδέποτε ἐμ πέπτωκα παρανόμῳ πράγματι, ἀλλ', ὅτι "Οὐ προετι θέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον·" Τουτέστιν, Ἠθέλησα καὶ προτεθύμημαι μηδέποτε ἐνορᾷν παρανόμῳ πράγματι. Εἰ δὲ καὶ ἀστοχῆσαι συνέβη, φησὶν, ὡς ἄνθρωπον, θαυμαστὸν οὐδέν· ὅτι κυβερνῆται πολλάκις καὶ αὐτοὶ καλῶς εἰδότες τὴν τέ χνην κινδυνεύουσι μετὰ τῆς νηὸς, ἀγρίου καταιγίζον τος πνεύματος.] Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. (B f. 399 b, H f. 45) Τουτέστιν, ἄνθρωπος σκαμ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.