Exposition on the Psalms · §ps091-rem-close

Psalm Ρʹ rem close

Rem CLOSEOUT: Psalm Ρʹ CLOSEOUT.

Greek

βὴν ἔχων τὴν καρδίαν, ὅ ἐστι διεστραμμένος. [Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγί νωσκον. Τουτέστιν, Οὐδὲ εἰδέναι προσεποιούμην. Οὐ γὰρ ἠξίουν εἶναι φίλος αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐ δαμῶς, φησὶν, ἀλλ' εἰδὼς, ὅτι "Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί."] (B f. 400, H f. 45 b) Καρπὸς διανοίας ἁγιοπρε ποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πο νηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφῶν. [Ὑπερηφάνῳ ὀφθαλμῷ. Πλεῖστα γὰρ ἐν ἡμῖν εἰσι πάθη ψυχικά· ἓν δὲ καὶ μάλιστα τῶν ἄλλων ἐκτοπώτερον καὶ πᾶσιν ἀφόρητον, 69.1264 ᾧ καὶ αὐτὸς μάχεται Θεός· τοῦτο δέ ἐστιν ὑπερηφανία, ἣ καὶ ἀδελφὴν καὶ σύντροφον ἔχει τὴν πλεονεξίαν, ἤτοι τὸ ἀπλήστως πλεονεκτεῖν. Ταῦτα δύο βάραθρα ψυχῶν καὶ ὀλέθρου πύλαι, καὶ ἀκοιμήτου φλογὸς ἄξια. Τίς οὐ φεύγει τὸν ἀλαζόνα; Τίς οὐ παραιτεῖται τὸν ἀπλήστῳ χειρὶ συλλέγοντα χρημάτων πορισμοὺς καὶ πλεονεκτοῦντα πολλούς;] [Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς. Τουτέστι τοὺς ἁγίους, ὥστε καὶ "συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ·" τουτέστι, συνεῖναι, καὶ συμβα σιλεύειν ἀεὶ, καὶ ἀποφέρειν εἰς τὰ χρήσιμα. Ἐξαί ρετον γὰρ ἀγαθὸν ἀνθρώπῳ σύμβουλος ἀγαθός. Σε πτὸν αὐτὸν καὶ ἀξιοζήλωτον ἀποτελεῖ, τὸ ἀποφέρειν πρὸς πᾶν ὁτιοῦν τῶν χρησίμων, καὶ εἰς σωτηρίαν δι δάσκει τὰ συμφέροντα, ὑποτίθεται δὲ τὸ τελοῦν εἰς ὄνησιν.]

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.