Psalm ΟΘʹ rem mid
Rem mid: Psalm ΟΘʹ; lemma continues; spiritual reading with the letter.
Greek
ἄρχειν εἰληφότας· ἀναδενδρά δας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτι κὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην· τοῦτο δὲ καὶ ἐπὶ τοῦ μακαρίου ∆αβὶδ καὶ ἐπὶ τοῦ Σολομῶντος μεμαθήκαμεν γενέσθαι. Ὁ μὲν γὰρ μέγας ∆αβὶδ, οὐ μόνον παρὰ τῶν ἀλλοφύλων καὶ Ἰδουμαίων καὶ Ἀμμανιτῶν καὶ Μωαβιτῶν, ἀλλὰ καὶ παρὰ Σύρων ἑκατέρων δασμοὺς ἐκομίζετο. Πρὸς δὲ τὸν Σολομῶντα καὶ Αἰθιόπων ἔδρακεν βασίλισσα· οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος. Κλήματα δὲ, τοῦ λαοῦ λέγει τὸ πλῆθος· παραφυάδας δὲ, τοὺς προσηλύτους τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν δεξαμένους ἐπίγνωσιν. ∆ιὰ πάντων δὲ τὴν προτέραν εὐκαρπίαν ἐδήλωσε τοῦ λαοῦ. Καὶ μονιὸς ἄγριος. (E f. 168. Κυρίλλου καὶ Ἡσυχίου.) Νοήσεις ταῦτα καὶ εἰς τὸν διάβολον. Ἐπίστρεψον δὴ καὶ ἐπίβλεψον. [cod. M f.143] Παῦσον τὴν ἀποστροφήν· ἐπι μελήθητι τῆς κεχερσωμένης, καθεὶς ἐπ' αὐτῇ τὸν νοητὸν ὑετόν. Περίβαλε, καθάπερ τινὶ φραγμῷ, δυνάμεσι λογικαῖς, καὶ τῇ σαυτοῦ δυνάμει καὶ χάριτι κατάρτισαι, "ἣν ἐφύτευσεν ἡ δεξιά σου." ∆εξιὰ δὲ τοῦ Πατρὸς ὁ Υἱός· δι' αὐτοῦ γὰρ, ὡς διὰ χειρὸς, τὰ πάντα ἐργάζεται. Τότε γὰρ ἡ ἐμπεπυρισμένη ἀναβλαστήσει καὶ ἀναβιώσεται, καὶ ἀγαθοὺς ἐκδώσει καρπούς· οἱ γὰρ ἐμπυρίσαντες αὐτὴν ἀπολοῦνται. Πρόσωπον δὲ Θεοῦ ὁ Υἱός· εἰκὼν γάρ ἐστι καὶ χαρακτὴρ τῆς ὑπο
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.