Exposition on the Psalms · §ps073-rem-close

Psalm ΟΘʹ rem close

Rem CLOSEOUT: Psalm ΟΘʹ CLOSEOUT.

Greek

στάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα. Ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, κ.τ.λ. (F f. 132 b, K f. 148) Ἑτοίμασον δέ πως ἐπὶ Υἱὸν ἀνθρώπου, τουτέστι, χάρισον αὐτοῖς καρδίαν ἀγαθὴν, ὡς καὶ ἐπιγνῶναι καὶ δέξασθαι διὰ τῆς πίστεως τὸν γενόμενον ἄνθρωπον. Καὶ μετ' ὀλίγα· Ὅτε τοίνυν καταρτίσει, φησὶ, τὴν ἄμπελον ταύτην, καὶ ἑτοιμά σει αὐτῆς τὴν καρδίαν εἰς τὸ παραδέξασθαι διὰ τῆς πίστεως τὸν γενόμενον Υἱὸν ἀνθρώπου, τότε δὴ πάν τως ἡ ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη εἰς 69.1201 ἀχρειότητα καταντήσασα παντελῆ, ἀναβλαστήσει πάλιν καὶ ἀναβιώσεται, καὶ ἀγαθοὺς ἐκδώσει καρ πούς· οἱ γὰρ ἐμπυρίσαντες αὐτὴν καὶ ἀνασκάψαντες ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Πρόσωπον δὲ πάλιν τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει τὸν Υἱόν· εἰκὼν γάρ ἐστιν καὶ χαρακτὴρ τῆς ὑπο στάσεως αὐτοῦ, καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα. Ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου. (E f. 168 b) Ὁμολογοῦμεν ὡς ἐν τούτοις αὐτὸν ὀνομάζει τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, τουτέστι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· ἐπειδὴ γέγονεν ἄν θρωπος, ἀνθρωπίνως καλεῖ τὰ περὶ αὐτοῦ. –Οὗτός ἐστιν ὁ Χριστὸς, οὗτός ἐστιν ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος, καὶ τὴν δι' ἡμᾶς ὑπομείνας κένωσιν, καὶ μεμενηκὼς ὅπερ ἦν.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.