Exposition on the Psalms · §ps057-open

Expositio in Psalmos Psalm ΞΓʹ opening

Psalm ΞΓʹ.

Lemma-led open on ΨΑΛΜΟΣ ΞΓʹ. — Εἰσάκουσόν μου ἐν τῷ δέεσθαι,

Greek

ΨΑΛΜΟΣ ΞΓʹ. Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. (A f. 323.) Τὸ δὲ, "Εἰσάκουσόν μου ἐν τῷ δέεσθαι," ἀντὶ τοῦ, Οὐ σιωπῶντος, ἀλλ' εὐχομένου· χρῆμα γὰρ ἐπιζήμιον ἐν τοῖς τοιούτοις ἡ σιωπή. Ἢ ὅτι Ταχύ μου εἰσάκουσον καὶ ἐν αὐτῷ τῷ δέεσθαι, κατὰ τὸ, "Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι." Ὅραδὲ ὅπως ἐστὶν ἀκριβὴς τῆς προσευχῆς ὁ λόγος· οὐ γὰρ εἴρηκεν· Ἀπὸ ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου, ἀλλ' "Ἀπὸ φόβου ἐχθροῦ." Οὐ δέδιε τοὺς ἀγῶνας, οὐ παραιτεῖται τὴν μάχην, οὐ φεύγει τὴν ἀντίστασιν, αἰτεῖ δὲ μᾶλλον τὸ δύνασθαι παρὰ Θεοῦ, ἵνα μὴ κα ταθραύηται τῷ φόβῳ. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, "Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου." Ἀνδρείαν γὰρ αἰτεῖ τὸν Θεὸν, εἰς τὸ πάντως καταβαλεῖν τὸν ἀντικείμενον. Ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατο

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.