Psalm ΞΒʹ rem close
Rem CLOSEOUT: Psalm ΞΒʹ CLOSEOUT.
Greek
ἀρέσκον Θεῷ. Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. (A f. 322. E f. 115 b.) Οὔτω, φησὶ, καύχημα αὐτῶν ἔσται Χριστὸς, τῶν βασιλευσάντων δηλονότι, ὡς καὶ ὅρκον αὐτὸν ποιουμένους ἐπαινεῖσθαι δικαίως. Ὀμοῦν ται γὰρ τὸν Θεὸν τὸν ἀληθινὸν, κατὰ τὸ γεγραμμένον. Φησὶ δὲ καὶ ὁ θεσπέσιος Μωσῆς· "Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ," τουτ έστιν Ὀμώσεις. Χρὴ γὰρ καὶ ἡμᾶς καὶ ἐν ταῖς τῶν ὅρκων χρείαις, Θεοῦ τοῦ φύσει καὶ ἀληθῶς διαμε μνῆσθαι μόνου, ἑτέρου δὲ παρ' αὐτὸν παντελῶς οὐδε νός. Τοιοῦτόν τι καὶ νῦν μακάριος ∆αβὶδ ἐξηγεῖται λέγων· "Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ·" δεῖγμα γὰρ μετὰ τῶν ἄλλων καὶ τοῦτο τῆς εἰς αὐτὸν ἀγάπης, τὸ εἰ γένοιτο τυχὸν ὅρκου χρεία, αὐτοῦ δια μνημονεῦσαι μόνου. Ἆρ' οὖν ἐκεῖνό φαμεν, ὅτι προ τρέπει πρὸς ὅρκους ἡμᾶς ὁ τοῦ προφήτου λόγος; Καί τοι πῶς οὐκ ἄμεινον μηδὲ ὀμνύναι ποτέ; Τοῦτο γὰρ ἡμῖν ποιεῖν καὶ αὐτὸς προστέταχεν ὁ Σωτήρ. Τί οὖν ἆρά ἐστι τὸ ἐν τούτοις δηλούμενον; Πῶς ἐπαινετὸς ὁ ὀμνύων κατ' αὐτοῦ; Ἔχει τινὰ σοφὴν καὶ ἀναγ καίαν οἰκονομίαν ὁ λόγος. Ἄκουε δέ· Οἱ ἐξ αἵματος Ἰσραὴλ, καίτοι τῷ θείῳ παιδαγωγούμενοι νόμῳ, ἕνα τε καὶ μόνον Θεὸν κεκελευσμένοι προσκυνεῖν, ἐκ πολ 69.1125 λῆς ἄγαν ἀνοσιότητος εἰς ἀτόπους εἰδωλολατρείας ἐτράποντο κατὰ καιροὺς, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, τὸν φύσει Θεὸν ἀφέντες, καὶ ὤμνυον κατὰ τῶν οὐκ ὅντων θεῶν. Ἦν οὖν ἄρα τὸ τηνικάδε πιστὸς καὶ γνήσιος, καὶ τῶν τῆς εἰδω λολατρείας ἐγκλημάτων ἀπηλλαγμένος, ὅστις μὴ ὤμνυε κατά τινος ἑτέρου Θεοῦ, ἐν δὲ ταῖς τῶν ὅρκων χρείαις ὠνόμαζε τὸ ὄνομα τοῦ κατὰ φύσιν ὄντος Θεοῦ. Ἀπὸ τῆς τοίνυν τότε κρατούσης συνηθείας, τὸν πιστὸν ἀληθῶς καὶ γνήσιον προσκυνητὴν κατα σημαίνει λέγων· "Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν τῷ Θεῷ."
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.