Psalm ΝΖʹ rem mid
Rem mid: Psalm ΝΖʹ; lemma continues; spiritual reading with the letter.
Greek
μήτραν ἔχοντες καὶ γαστέρα νοητὴν, τίκτειν δυναμένην καρποὺς ἀγαθούς. Τὰ μὲν γὰρ ἀπὸ γῆς ἡμῶν σώματα τί κτουσι κατὰ τὴν ἰδίαν φύσιν· αἱ δὲ τῶν ἀνθρώπων ψυχαὶ, καθάπερ ἀπὸ γαστρὸς καὶ μήτρας τῆς ἑαυ τῶν καρδίας, ἐκφέρουσι καρποὺς ἀγαθοὺς, ἄνωθεν καὶ παρὰ Θεοῦ τὰ τῆς εὐσεβείας δεχόμεναι σπέρ ματα. Ἐπλανήθησαν, ἀπὸ γαστρὸς ἐλάλησαν ψευδῆ. (A f. 299.) ∆είκνυσι δὲ ἡ προφητεία καὶ τοὺς Ἰουδαίους, μηδεμίαν τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν, οἳ τῇ προγνωστικῇ τοῦ Θεοῦ προ νοίᾳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ' αὐτῷ, καὶ πρὸ τοῦ συλληφθῆναι οὐκ ἠγνοοῦντο. Ἐλάλησαν δὲ ψευδῆ οὐκ ἀπὸ γαστρὸς, ἀλλ' εἰς ἡλικίαν ἐλθόντες. Συνήθως μέντοι τῇ ἀναδιπλώσει ὁ ∆αβὶδ κέχρηται· τὸ γὰρ "Ἀπηλλοτριώθησαν" ταυτὸν τῷ "Ἐπλανήθησαν," καὶ "ἡ μήτρα" τῇ "γαστρὶ," ἵνα ᾗ τὸ δι' ἀμφοτέρων δηλούμενον τοιοῦτον· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἐλάλησαν ψευδῆ· ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ὄφιν ἔχει τὴν ὁμοιότητα. Ἄκουε γάρ· "Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοιότητα τοῦ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.