Psalm ΝΖʹ rem early
Rem early: Psalm ΝΖʹ; historia and theoria on the lemma toward Christ.
Greek
ἔλεγχος οὖσαι τῶν ἐν καρδίᾳ νοημάτων, ἄπερ ἐν γῇ δύνανται λανθάνειν, οὐ μὴν καὶ ὅταν πάντα γυμνὰ κρίνηται. Εἶτα ἐπάγει, σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτωκότων, τὰς μετὰ ταῦτα φωνὰς, λέγων· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. (A f. 298 b.) Εἰσὶ δέ τινες οἱ μὴ εἰδότες τὸ ἔθος τῆς ἐν ταῖς θεοπνεύστοις Γραφαῖς φράσεως, καὶ νομίζουσιν ἀπηλλοτριῶσθαί τινας ἀπὸ Θεοῦ ἐκ μή τρας αὐτῆς, καὶ οἱονεὶ ἐξ αὐτῆς πεπλανῆσθαι γαστρὸς καὶ πρὸ τῆς τοῦ λόγου συμπληρώσεως. Ἔστι δὲ τοῦτο οὐδὲν ἕτερον εἰπεῖν, ἢ ἐκεῖνό που πάντως, ὅτι κατὰ φύσιν ἐστὶ τὸ κακὸν, καὶ γεγόνασί τινες ἐξ αὐτῆς τῆς δημιουργίας, οἱ μὲν ἀγαθοὶ τὸν τρόπον, οἱ δὲ κακοί. Ἔστι δὲ Μανιχαίων τὸ οὕτω φρονεῖν, μᾶλλον δὲ παραφρονεῖν· οὕτω γὰρ εἰπεῖν ἀληθέστε ρον. Ἐπιτήρει τοίνυν, ὅτι οὐκ εἴρηκεν ὁ μακάριος ∆αβὶδ ἀπηλλοτριώθησαν ἀπὸ Θεοῦ τινες, ἁπλῶς δὲ μᾶλλον καὶ ἀπολελυμένως οὐκ ἀπὸ Θεοῦ μᾶλλον, ἀλλ' ἀπὸ μήτρας. Ὡς γὰρ ἤδη γεγονότες, φησὶν, ἁμαρ τωλοὶ ἀπηλλοτριώθησαν μήτρας καὶ γαστρὸς, τουτ έστι ξένοι γεγόνασι καὶ μακρὰν, οὐ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.