Expositio in Psalmos Psalm ΜΖʹ opening
Psalm ΜΖʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΜΖʹ. — Ὁ Πατὴρ ὃς δέδωκέν μοι, πάντων μείζων ἐστίν.
Greek
ΨΑΛΜΟΣ ΜΖʹ. 114 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ αὐτοῦ. (B f. 181, I. f. 256, L. f. 125) Μέγας δὲ κυ 69.1060 ρίως, ἅτε δὴ καὶ ἐκ μεγάλου γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γὰρ, ὅτι "Ὁ Πατὴρ ὃς δέδωκέν μοι, πάντων μείζων ἐστίν." Εἰ γὰρ κεχώρηκεν καθ' ἑτέρων ἡ κλῆσις, καί τινες εἴρηνται μεγάλοι καὶ τῶν ἐν οὐρανοῖς πνευμάτων, καὶ τῶν ἐπὶ γῆς, ἀλλ' οὖν κατὰ μέθεξιν καὶ μίμησιν τοῦ κυρίως τε καὶ ἀληθῶς καὶ φύσει μεγάλου, κεκερδάκασι καὶ αὐ τοὶ τὴν ἐπωνυμίαν. Οὐκέτι ἐπὶ τὴν Ἰουδαίαν μόνον μέγας ὁ Θεὸς, ἀλλὰ καὶ ἐπὶ τὸ ὄρος τὸ ἡγιασμένον, ἤγουν τὴν Ἐκκλη σίαν διὰ τὸ ὑψηλὸν τῶν περὶ Θεοῦ δογμάτων. Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. (A f. 265 b. B f. 181, I f. 256 b, L f. 125, b) Καὶ ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς. Οὕτω δὴ αὐτὸν ἑτέρωθί που κατωνόμασε λέγων ὁ θεσπέσιος ∆αβίδ· "Τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με." Εὐφροσύνη γὰρ καὶ ἀγαλλίαμα, καὶ τῆς ἀνωτάτω θυμηδίας ὑπόθεσις τοῖς ἀνὰ πᾶσάν ἐστιν τὴν γῆν Χριστὸς, πᾶσαν ἡμῖν κατήφειαν ἐξ ιστὰς, καὶ περιστέλλων τὸ δάκρυον, κατά γε τὴν Ἡσαΐου φωνήν. Ἔφη γὰρ, ὅτι "Κατέπινεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου." Καὶ ὅπως ἀγαλλίαμα τυγ χάνει πάσης τῆς γῆς, σαφῶς εἴρηται. (I f. 257) Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι καὶ ὁ νόμος ὁ διὰ Μωσέως ἀμνὸν ἐκέλευε σφάζεσθαι ἐκ πλαγίων τοῦ θυσιαστηρίου βλέποντα πρὸς βοῤῥᾶν, ὑποδηλοῦντος τοῦ τύπου ὅτι ... γῆν ὁ Χριστὸς εἰς τὰ βόῤῥεια τῆς οἰκουμένης τετράψεται μέρη, καὶ ἐπ' αὐτὰ χωρήσει λοιπὸν, καὶ αὐτοῖς χαριεῖται τὴν ἐπ οπτείαν, κατά γε τὸ ἐν Ψαλμοῖς εἰρημένον· "Οἱ ὀφ θαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν." Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. (I f. 25 b, L f. 126) Νοήσεις δὲ καὶ οὕτως. Βά ρεις ὠνομάσθαι φαμὲν τοὺς ἐπισήμους μάλιστα τῶν πύργων, οἵπερ ἂν εἶεν ἐν τειχῶν περιβολαῖς. Οὐδὲν οὖν ἄρα ἀπεικὸς, ἅτε δὴ πόλεως ἅπαξ τῆς Ἐκκλη σίας ὠνομασμένης, βάρεις αὐτῆς εἶναι λέγειν τοὺς ἁγίους ἀποστόλους, ἤγουν τοὺς καθάπαξ κατὰ και ροὺς τῶν ἁγίων Ἐκκλησιῶν διδασκάλους καὶ μυστ αγωγούς. Οὗτοι πύργων δίκην ὑπερανεστήκασιν τῶν ἄλλων, καὶ εἰσὶν ἐπισημότεροι, καὶ οἷον ἔρεισμα τοῦ παντὸς τῆς Ἐκκλησίας σώματος. Ἐν ταύταις δὴ οὖν ταῖς βάρεσιν, πᾶς ὅστις ἐστὶν εἰς εὐσθένειαν, ἐπι γινώσκεται Χριστὸς, ὅταν ἀντιλαμβάνηται αὐτῆς, δῆλον δὲ ὅτι τῆς Ἐκκλησίας .... ἀνωτάτω διανέμων 69.1061 ἀεὶ τοῖς προεστηκόσιν αὐτῆς καὶ δὴ καὶ ἀμείνους ἀποφαίνων ἀεὶ πανταχοῦ τῶν ἀνθεστηκότων. ∆ῆλον ἂν εἴη δήπουθεν παντὸς ἀξιῶν λόγου τὴν Ἐκκλησίαν. Ἰστέον γε μὴν κἀκεῖνο πρὸς τούτῳ· βάρεις γὰρ εἶ ναι λέγουσιν οὐ τοὺς ἐν τοῖς τείχεσι πύργους μόνον, ἀλλὰ γὰρ καί τινα τῶν πλοίων εὖ καὶ ἐντέχνως διηρ τισμένα. Παρεικαστέον δὲ πάλιν καὶ τούτοις αὐτοῖς τὰς τῶν ἁγίων κεφαλὰς, διά τοι τὸ πανταχοῦ μονον ουχὶ διαπλεῖν, καὶ τὸν τῆς εὐσεβείας φόρτον διακο μίζειν τοῖς ἁπανταχοῦ· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ διατρέχων καὶ κηρύσσων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Ἔφη δέ που καὶ ὁ θεσπέσιος ∆αβὶδ, ἐν τῇ πλατείᾳ καὶ εὐρυχώρῳ θαλάσσῃ πλοῖά τε διαπορεύεσθαι· καὶ μὴν καὶ δράκοντα τὸν πεπλασμένον
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.